previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

γλῶσσα, σιγήσασα τὸν πολὺν χρόνον,
πῶς δῆτα τλήσῃ πρᾶγμ᾽ ὑπεξελθεῖν τόδε;
τῆς ἀνάγκης οὐδὲν ἐμβριθέστερον,
ὑφ᾽ ἧς τὸ κρυφθὲν ἐκφανεῖς ἀνακτόρων,
φησὶ Σοφοκλῆς fr. 686 N'.'
αὐτὸς ἐμαυτοῦ Ἰόλεώς τε καὶ Ἀλκείδης γενήσομαι.
ὅτι Μαρεώτης οἶνος Ἀλεξανδρεωτικὸς τὴν μὲν
προσηγορίαν ἔχει ἀπὸ τῆς ἐν Ἀλεξανδρείᾳ λίμνης Μαρείας καὶ τῆς παρ᾽ αὐτὴν πόλεως ὁμωνύμου, πρότερον μὲν ἦν μεγίστη, νῦν δὲ κώμης περιείληφε μέγεθος, τὴν προσηγορίαν λαβοῦσα ἀπὸ Μάρωνος ἑνὸς τῶν μετὰ Διονύσου τὰς στρατείας πεποιημένων. πολλὴ δὲ περὶ τὴν γῆν ταύτην ἄμπελος, ἧς καὶ σταφυλὴ πάνυ βρωθῆναι εὔστομος καὶ γινόμενος οἶνος κάλλιστος: λευκός τε γὰρ καὶ ἡδύς, εὔπνους, εὐανάδοτος, λεπτός, κεφαλῆς οὐ καθικνούμενος, διουρητικός. τούτου δὲ καλλίων Ταινιωτικὸς καλούμενος. ταινία δ᾽ ἐστὶν ἐπιμήκης περὶ τοὺς αὐτοὺς τόπους, ἀφ᾽ ἧς οἱ γινόμενοι οἶνοί εἰσι μὲν ἠρέμα ὑπόχλωροι, ἐμφαίνοντές τι ἐν αὑτοῖς λιπαρόν, κατὰ τὴν τοῦ ὕδατος κρᾶσιν ἀναλύεται κατὰ βραχύ, ὡς καὶ τὸ μέλι τὸ Ἀττικὸν ἀνακιρνάμενον. οὗτος Ταινιωτικὸς πρὸς τῷ ἡδὺς εἶναι ἔχει τι καὶ ἀρωματῶδες ἠρέμα ἐπιστῦφον. δὲ περὶ τὸν Νεῖλον ἄμπελος πλείστη μὲν αὐτή, ὅσος καὶ ποταμός. καὶ πολλαὶ τῶν οἴνων αἱ ἰδιότητες κατά τε τὰ χρώματα καὶ τὴν προσφοράν. τούτους δ᾽ ὑπερβάλλει κατὰ Ἄντυλλαν πόλιν οὐ μακρὰν οὖσαν Ἀλεξανδρείας, ἧς τοὺς φόρους οἱ τότε βασιλεῖς Αἰγύπτιοί τε καὶ Πέρσαι ταῖς γαμεταῖς ἐδίδοσαν εἰς ζώνας. δὲ κατὰ τὴν Θηβαίδα καὶ μάλιστα κατὰ τὴν Κόπτον πόλιν οὕτως ἐστὶ λεπτὸς καὶ εὐανάδοτος καὶ ταχέως πεπτικὸς ὡς καὶ τοῖς πυρεταίνουσι διδόμενος μὴ βλάπτειν.

σαυτὴν ἐπαινεῖς ὥσπερ Ἀστυδάμας, γύναι Philem. fr. 190 K'.' ἦν δὲ τραγικὸς ποιητὴς Ἀστυδάμας.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load focus English (C. D. Yonge, B.A., 1854)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: