νῦν δ᾽ ἔρχεσθ᾽ ἐπὶ δεῖπνον, ἵνα ξυνάγωμεν Ἄρηα.τῷ γὰρ τοιούτῳ ὁ οἶκος ῾Soph. OT 4' '
ὁμοῦ μὲν θυμιαμάτων γέμει,τούτων λεχθέντων ἔφη τις τῶν παρόντων: ‘παραιτητέον εἰς ταῦτ᾽ ἀποβλέποντάς ἐστι τὸ γαστρίζεσθαι. ‘ἀτελὲς γὰρ δεῖπνον οὐ ποιεῖ παροινίαν,' ὡς Ἄμφις φησὶν ἐν Πανί ῾II 244 K',' οὐδὲ ὕβρεις καὶ προπηλακισμούς, ὡς Ἄλεξις ἐν Ὀδυσσεῖ ὑφαίνοντι μαρτυρεῖ διὰ τούτων ῾II 354 K':'
ὁμοῦ δὲ παιάνων τε καὶ στεναγμάτων.
φιλεῖ γὰρ ἡ μακρὰ συνουσία
καὶ τὰ συμπόσια τὰ πολλὰ καὶ καθ᾽ ἡμέραν ποιεῖν
σκῶψιν, ἡ σκῶψις δὲ λυπεῖ πλεῖον ἢ τέρπει πολύ.
τοῦ κακῶς λέγειν γὰρ ἀρχὴ γίνετ᾽: ἂν δ᾽ εἴπῃς ἅπαξ,
εὐθὺς ἀντήκουσας: ἤδη λοιδορεῖσθαι λείπεται,
εἶτα τύπτεσθαι δέδεικται καὶ παροινεῖν. ταῦτα γὰρ
κατὰ φύσιν πέφυκεν οὕτως: καὶ τί μάντεως ἔδει;