οἷα Διώνυσος δῶκ᾽ ἀνδράσι χάρμα καὶ ἄχθος,καὶ Θέογνις δέ φησιν ῾477':'
ὅστις ἄδην πίνῃ, οἶνος δέ οἱ ἔπλετο μάργος,
σὺν δὲ πόδας χεῖράς τε δέει γλῶσσάν τε νόον τε
δεσμοῖς ἀφράστοισι: φιλεῖ δέ ἑ μαλθακὸς ὕπνος.
ἥκω δ᾽ ὡς οἶνος χαριέστατος ἀνδρὶ πεπόσθαι,Ἀνάχαρσίς τε ὁ σοφὸς ἐπιδεικνύμενος τὴν τῆς ἀμπέλου δύναμιν τῷ τῶν Σκυθῶν βασιλεῖ καὶ τὰ κλήματα αὐτῆς δεικνὺς ἔλεγεν ὡς εἰ μὴ καθ᾽ ἕκαστον ἔτος ἔτεμνον οἱ Ἕλληνες τὴν ἄμπελον, ἤδη κἂν ἐν Σκύθαις ἦν.
οὔτε τι νήφων εἴμ᾽ οὔτε λίαν μεθύων.
ὃς δ᾽ ἂν ὑπερβάλλῃ πόσιος μέτρον, οὐκ ἔτ᾽ ἐκεῖνος
τῆς αὑτοῦ γλώσσης καρτερὸς οὐδὲ νόου:
μυθεῖται δ᾽ ἀπάλαμνα, τὰ νήφοσι γίγνεται αἰσχρά:
αἰδεῖται δ᾽ ἔρδων οὐδὲν ὅταν μεθύῃ,
τὸ πρὶν ἐὼν σώφρων τε καὶ ἤπιος. ἀλλὰ σὺ ταῦτα
γινώσκων μὴ πῖν᾽ οἶνον ὑπερβολάδην,
πρὶν μεθύειν ἄρξῃ δ᾽, ἀπανίστασο, μή σε βιάσθω
γαστήρ, ὥστε κακὸν λάτριν ἐφημέριον.