previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ταῦτ᾽ εἰπὼν Δημόκριτος καὶ πιὼν ἔφη: ‘τούτοις εἴ τις ἀντιλέγειν ἔχει, παρίτω. ἀκούσεται γὰρ κατὰ τὸν Εὔηνον fr. 1, 4 B':'
σοὶ μὲν ταῦτα δοκοῦντ᾽ ἔστω, ἐμοὶ δὲ τάδε.
ἐγὼ δ᾽ ἐπεὶ παρεξέβην περὶ τῶν ἀρχαίων κράσεων διαλεγόμενος, ἐπαναλήψομαι τὸν λόγον τὰ ὑπὸ Ἀλκαίου τοῦ μελοποιοῦ λεχθέντα ἐπὶ νοῦν βαλλόμενος: φησὶ γάρ που οὗτος fr. 41, 4 B':'
ἔγχεε κέρναις ἕνα καὶ δύο.
ἐν τούτοις γάρ τινες οὐ τὴν κρᾶσιν οἴονται λέγειν αὐτόν, ἀλλὰ σωφρονικὸν ὄντα καθ᾽ ἕνα κύαθον ἄκρατον πίνειν καὶ πάλιν κατὰ δύο. τοῦτο δὲ Ποντικὸς Χαμαιλέων ἐκδέδεκται τῆς Ἀλκαίου φιλοινίας ἀπείρως ἔχων. κατὰ γὰρ πᾶσαν ὥραν καὶ πᾶσαν περίστασιν πίνων ποιητὴς οὗτος εὑρίσκεται: χειμῶνος μὲν ἐν τούτοις fr. 34 B':'
ὕει μὲν Ζεύς, ἐκ δ᾽ ὀρανῶ μέγας
χειμών, πεπάγασιν δ᾽ ὑδάτων ῥοαί ....
κάββαλλε τὸν χειμῶν᾽, ἐπὶ μὲν τιθεὶς
πῦρ, ἐν δὲ κέρναις οἶνον ἀφειδέως
μελιχρόν, αὐτὰρ ἀμφὶ κόρσᾳ
μαλθακὸν ἀμφι .... γνόφαλλον.
θέρους δέ fr. 39':'
τέγγε πνεύμονας οἴνῳ: τὸ γὰρ ἄστρον περιτέλλεται:
δ᾽ ὥρα χαλεπά, πάντα δὲ δίψαισ᾽ ὑπὸ καύματος.
τοῦ δ᾽ ἔαρος fr. 45':'
ἦρος ἀνθεμόεντος ἐπάιον ἐρχομένοιο.
καὶ προελθών:
ἐν δὲ κέρνατε τῶ μελιαδέος ὅττι τάχιστα
κρατῆρα.
ἐν δὲ τοῖς συμπτώμασιν fr. 35':'
οὐ χρὴ κακοῖσι θυμὸν ἐπιτρέπην.
προκόψομεν γὰρ οὐδὲν ἀσάμενοι,
Βυκχί: φάρμακον δ᾽ ἄριστον
οἶνον ἐνεικαμένοις μεθύσθην.
ἐν δὲ ταῖς εὐφρόναις fr. 20':'
νῦν χρὴ μεθύσθην καί τινα πρὸς βίαν
πώνην, ἐπειδὴ κάτθανε Μυρσίλος.
καὶ καθόλου δὲ συμβουλεύων φησίν fr. 44':'
μηδὲν ἄλλο φυτεύσῃς πρότερον δένδριον ἀμπέλω.
πῶς οὖν ἔμελλεν ἐπὶ τοσοῦτον φιλοπότης νηφάλιος εἶναι καὶ καθ᾽ ἕνα καὶ δύο κυάθους πίνειν; αὐτὸ γοῦν τὸ ποιημάτιον, φησὶ Σέλευκος, ἀντιμαρτυρεῖ τοῖς οὕτως ἐκδεχομένοις. φησὶ γάρ fr. 41':'
πίνωμεν: τί τὰ λύχν᾽ ὀμμένομεν; δάκτυλος ἁμέρα.
κὰδ δ᾽ ἄειρε κυλίχναις μεγάλαις αιταποικιλα:
οἶνον γὰρ Σεμέλας καὶ Διὸς υἱὸς λαθικαδέα
ἀνθρώποισιν ἔδωκ᾽. ἔγχεε κέρναις ἕνα καὶ δύο
πλέαις κὰκ κεφαλᾶς: <> δ᾽ ἁτέρα τὰν ἁτέραν κύλιξ
ὠθήτω,
ἕνα πρὸς δύο ῥητῶς κιρνάναι κελεύων.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: