previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἴσον ἴσῳ δὲ Τιμοκλῆς ἐν Κονισάλῳ II 461 K':'
πατάξω τ᾽ ἴσον ἴσῳ ποτηρίοις
μεγάλοις ἅπασαν τὴν ἀλήθειαν φράσαι.
καὶ Ἄλεξις ἐν Δορκίδι Ποππυζούσῃ II 317 K':'
τρεῖς φιλοτησίας ἐγὼ
μεστὰς προπίνω ἴσον ἴσῳ κεκραμένας.
καὶ Ξέναρχος Τιμοκλῆς ἐν Πορφύρᾳ II 471 K':'
μὰ τὸν Διόνυσον, <ὃν> σὺ λάπτεις ἴσον ἴσῳ.
Σώφιλος δ᾽ ἐν Ἐγχειριδίῳ II 445 K':'
συνεχὴς ἄκρατος ἐδίδοτ᾽ ἴσον ἴσῳ. πάλιν
τὴν μείζον᾽ ᾔτουν.
Ἄλεξις Τοκιστῇ Καταψευδομένῳ II 381 K':'
μὴ παντελῶς αὐτῷ δίδου
ὑδαρῆ, κατανοεῖς; ἴσον ἴσῳ μικροῦ. ΤΡ. καλῶς.
Β. ἡδύ γε τὸ πῶμα. ποταπὸς Βρόμιος, Τρύφη;
ΤΡ. Θάσιος. Β. ὅμοιον καὶ δίκαιον τοὺς ξένους
πίνειν ξενικόν, τοὺς δ᾽ ἐγγενεῖς ἐπιχώριον.
ἐν δὲ Ὑποβολιμαίῳ II 386 K':'
ἀπνευστί τ᾽ ἐκπιὼν
ὡς ἄν τις ἥδιστ᾽ ἴσον ἴσῳ κεκραμένον.
Μένανδρος Ἀδελφοῖς:
ὀκτώ τις ὑποχεῖν ἀνεβόα καὶ δώδεκα
κυάθους, ἕως κατέσεισε φιλοτιμούμενος.
κατασείειν δὲ ἔλεγον ἐπὶ τῶν ἐν τοῖς πότοις προπινόντων, τὴν μεταφορὰν λαμβάνοντες ἀπὸ τῶν τοὺς καρποὺς κατασειόντων. Ἄλεξις δ᾽ ἐν Ἀποκοπτομένῃ II 305 K':'
οὐ συμποσίαρχος ἦν γάρ, ἀλλὰ δήμιος
Χαιρέας, κυάθους προπίνων εἴκοσιν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: