previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἔπινε δὲ καὶ Πρωτέας Μακεδὼν πλεῖστον, ὥς φησιν Ἔφιππος ἐν τῷ περὶ τῆς Ἀλεξάνδρου καὶ Ἡφαιστίωνος ταφῆς p. 126 M',' καὶ εὐρώστῳ τῷ σώματι διῆγε, καίτοι τῷ πιεῖν ἐγγεγυμνασμένος ὤν. Ἀλέξανδρος γοῦν αἰτήσας ποτὲ ποτήριον δίχουν καὶ πιὼν προὔπιε τῷ Πρωτέᾳ. καὶ ὃς λαβὼν καὶ πολλὰ ὑμνήσας τὸν βασιλέα ἔπιεν, ὡς ὑπὸ πάντων κροταλισθῆναι. καὶ μετ᾽ ὀλίγον τὸ αὐτὸ ποτήριον αἰτήσας Πρωτέας καὶ πάλιν πιὼν προὔπιε τῷ βασιλεῖ. δὲ Ἀλέξανδρος λαβὼν ἔσπασε μὲν γενναίως, οὐ μὴν ὑπήνεγκεν, ἀλλ᾽ ἀπέκλινεν ἐπὶ τὸ προσκεφάλαιον ἀφεὶς τῶν χειρῶν τὸ ποτήριον. καὶ ἐκ τούτου νοσήσας ἀπέθανε, τοῦ Διονύσου, φησί, μηνίσαντος αὐτῷ, διότι τὴν πατρίδα αὐτοῦ τὰς Θήβας ἐπολιόρκησεν. ἔπινε δὲ Ἀλέξανδρος πλεῖστον, ὡς καὶ ἀπὸ τῆς μέθης συνεχῶς κοιμᾶσθαι δύο ἡμέρας καὶ δύο νύκτας. δηλοῦται δὲ τοῦτο ἐν ταῖς Ἐφημερίσιν αὐτοῦ, ἃς ἀνέγραψαν Εὐμένης τε Καρδιανὸς καὶ Διόδοτος Ἐρυθραῖος p. 121 M'.' Μένανδρος δὲ ἐν Κόλακί φησι IV 152 M':'
κοτύλας χωροῦν δέκα
ἐν Καππαδοκίᾳ κόνδυ χρυσοῦν, Στρουθία,
τρὶς ἐξέπιον μεστόν γ᾽. ΣΤΡ. Ἀλεξάνδρου πλέον
τοῦ βασιλέως πέπωκας. Α. οὐκ ἔλαττον, οὐ
μὰ τὴν Ἀθηνᾶν. ΣΤΡ. μέγα γε.
Νικοβούλη δὲ ἀναθεὶς ταύτῃ τὰ συγγράμματά φησιν p. 157 M' 'ὅτι παρὰ Μηδείῳ τῷ Θεσσαλῷ δειπνῶν Ἀλέξανδρος εἴκοσιν οὖσιν ἐν τῷ συμποσίῳ πᾶσι προὔπιε, παρὰ πάντων τὰ ἴσα λαμβάνων, καὶ ἀναστὰς <ἐκ> τοῦ συμποσίου μετ᾽ οὐ πολὺ ἀνεπαύετο. Καλλισθένης δὲ σοφιστής, ὡς Λυγκεὺς Σάμιός φησιν ἐν τοῖς ἀπομνημονεύμασι καὶ Ἀριστόβουλος καὶ Χάρης ἐν ταῖς ἱστορίαις p. 116 M',' ἐν τῷ συμποσίῳ τοῦ Ἀλεξάνδρου τῆς τοῦ ἀκράτου κύλικος εἰς αὐτὸν ἐλθούσης ὡς διωθεῖτο, εἰπόντος τέ τινος αὐτῷδιὰ τί οὐ πίνεις;οὐδὲν δέομαι, ἔφη, Ἀλεξάνδρου πιὼν τοῦ Ἀσκληπιοῦ δεῖσθαι᾽.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: