previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Μυκερῖνον δὲ τὸν Αἰγύπτιον Ἡρόδοτος ἱστορεῖ διὰ τῆς δευτέρας c. 133' 'ἀκούσαντα παρὰ τῶν μάντεων ὅτι ὀλιγοχρόνιός ἐστι, λύχνα ποιησάμενον πολλὰ ὁπότε γένοιτο νὺξ πίνειν καὶ εὐπαθεῖν οὔτε ἡμέρας οὔτε νυκτὸς ἀνιέντα: καὶ εἰς τὰ ἕλεα δὲ καὶ τὰ ἄλση νεμόμενον, ἔτι τε ὅπου πύθοιτο ἡβητήρια εἶναι μεθύσκεσθαι. καὶ Ἄμασιν δὲ τὸν καὶ αὐτὸν Αἰγυπτίων βασιλέα Ἡρόδοτος πολλὰ πεπωκέναι φησίν. Ἑρμείας δ᾽ Μηθυμναῖος ἐν τρίτῃ Σικελικῶν FHG II 80' 'φιλοπότην φησὶ γενέσθαι Νικοτέλη τὸν Κορίνθιον. Φαινίας δὲ Ἐρέσιος ἐν τῷ ἐπιγραφομένῳ Τυράννων ἀναίρεσις ἐκ τιμωρίας Σκόπαν φησὶ FHG II 298' 'τὸν Κρέοντος μὲν υἱόν, Σκόπα δὲ τοῦ παλαιοῦ ὑιδοῦν φιλοποτοῦντα διατελέσαι καὶ τὴν ἐπάνοδον τὴν ἀπὸ τῶν συμποσίων ποιεῖσθαι ἐπὶ θρόνου καθήμενον καὶ ὑπὸ τεσσάρων βασταζόμενον οὕτως οἴκαδε ἀπιέναι. Φύλαρχος δὲ ἐν τῇ ἕκτῃ τῶν ἱστοριῶν FHG I 336' 'Ἀντίοχόν φησι τὸν βασιλέα φίλοινον γενόμενον μεθύσκεσθαί τε καὶ κοιμᾶσθαι ἐπὶ πλέον, εἶθ᾽ ἑσπέρας πάλιν ἀφυπνιζόμενον ἐπιπίνειν. ‘ἐχρημάτιζέ τε, φησί, νήφων μὲν βραχέα τελέως, μεθύων δὲ τὰ πολλά. διὸ περὶ αὐτὸν δύο ἦσαν οἱ διοικοῦντες τὴν βασιλείαν, Ἄριστος καὶ Θεμίσων, Κύπριοι μὲν γένος καὶ ἀδελφοί, ἐρώμενοι δὲ ἀμφότεροι τοῦ Ἀντιόχου.'

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: