previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

τὸ γὰρ παροινεῖν ἐκ τοῦ μεθύειν γίνεται: διὸ καὶ Ἀντιφάνης ἐν Ἀρκαδίᾳ φησίν II 26 K' '
οὔτε γὰρ νήφοντα δεῖ
οὐδαμοῦ, πάτερ, παροινεῖν, οὔθ᾽ ὅταν πίνειν δέῃ
νοῦν ἔχειν. ὅστις δὲ μεῖζον κατ᾽ ἄνθρωπον φρονεῖ,
[μικρῷ πεποιθὼς ἀθλίῳ νομίσματι]
εἰς ἄφοδον ἐλθὼν ὅμοιον πᾶσιν αὑτὸν ὄψεται ...
ἂν σκοπῇ τὰ τῶν ἰατρῶν τοῦ βίου τεκμήρια
τὰς φλέβας <θ᾽> ὅποι φέρονται, τὰς ἄνω καὶ τὰς κάτω
τεταμένας, δι᾽ ὧν θνητὸς πᾶς κυβερνᾶται βίος.
ἐν δὲ Αἰόλῳ διαβάλλων ὅσα δεινὰ πράττουσιν οἱ πλέον πίνοντές φησι p. 17':'
Μακαρεὺς ἔρωτι τῶν ὁμοσπόρων μιᾶς
πληγεὶς τέως μὲν ἐπεκράτει τῆς συμφορᾶς
κατεῖχέ θ᾽ αὑτόν: εἶτα παραλαβών ποτε
οἶνον στρατηγόν, ὃς μόνος θνητῶν ἄγει
τὴν τόλμαν εἰς τὸ πρόσθε τῆς εὐβουλίας,
νύκτωρ ἀναστὰς ἔτυχεν ὧν ἠβούλετο.
καλῶς οὖν ἄρα καὶ Ἀριστοφάνης Ἀφροδίτης γάλα τὸν οἶνον ἔφη εἰπών I 543 K':'
ἡδύς γε πίνειν οἶνος Ἀφροδίτης γάλα,
ὃν πολὺν σπῶντες ἔνιοι παρανόμων ἀφροδισίων ὄρεξιν λαμβάνουσιν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: