τοὔνομα θῆτα ῥῶ ἄλφα σὰν ὖ μῦ ἄλφα χεῖ οὖ σάν,τὸ δὲ Καστορίωνος τοῦ Σολέως, ὡς ὁ Κλέαρχός φησιν, εἰς τὸν Πᾶνα ποίημα τοιοῦτόν ἐστι: τῶν ποδῶν ἕκαστος ὅλοις ὀνόμασιν περιειλημμένος πάντας ὁμοίως ἡγεμονικοὺς καὶ ἀκολουθητικοὺς ἔχει τοὺς πόδας, οἷον ῾III 635 B':'
πατρὶς Χαλκηδών: ἡ δὲ τέχνη σοφίη.
σὲ τὸν βολαῖς νιφοκτύποις δυσχείμερονκαὶ τὰ λοιπὰ τὸν αὐτὸν τρόπον. τούτων δὲ ἕκαστον τῶν ποδῶν, ὡς ἂν τῇ τάξει θῇς, τὸ αὐτὸ μέτρον ἀποδώσει, οὕτως:
ναίονθ᾽ ἕδραν, θηρονόμε Πάν, χθόν᾽ Ἀρκάδων
κλήσω γραφῆι τῆιδ᾽ ἐν σοφῆι πάγκλειτ᾽ ἔπη
συνθείς, ἄναξ, δύσγνωστα μὴ σοφῶι κλύειν,
μουσοπόλε θήρ, κηρόχυτον ὃς μείλιγμ᾽ ἱεῖς,
σὲ τὸν βολαῖς νιφοκτύποις δυσχείμερον,καὶ ὅτι τῶν ποδῶν ἕκαστός ἐστι ἑνδεκαγράμματος. ἔστι καὶ μὴ τοῦτον τὸν τρόπον ἀλλ᾽ ἑτέρως ποιῆσαι, ὥστε πλείω πρὸς τὴν χρῆσιν ἐκ τοῦ ἑνὸς ἔχειν οὕτω λέγοντας:
νιφοκτύποις σὲ τὸν βολαῖς δυσχείμερον.
μέτρον φράσον μοι τῶν ποδῶν <μέτρον λαβών>.
λαβὼν μέτρον μοι τῶν ποδῶν μέτρον φράσον.
οὐ βούλομαι γὰρ τῶν ποδῶν μέτρον λαβεῖν.
λαβεῖν μέτρον γὰρ τῶν ποδῶν οὐ βούλομαι.