previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ὅτι δὲ καὶ δυσμενὴς ἦν πρὸς ἅπαντας, δῆλον καὶ ἐκ τῶν ἐν τῷ Ἴωνι ἐπιγραφομένῳ, ἐν πρῶτον μὲν κακολογεῖ πάντας τοὺς ποιητάς p. 534',' ἔπειτα p. 541 d' 'καὶ τοὺς ὑπὸ τοῦ δήμου προαγομένους, Φανοσθένη τὸν Ἄνδριον κἀπολλόδωρον τὸν Κυζικηνόν, ἔτι δὲ τὸν Κλαζομένιον Ἡρακλείδην. ἐν δὲ τῷ Μένωνι καὶ τοὺς μεγίστους παρ᾽ Ἀθηναίοις γενομένους Ἀριστείδην καὶ Θεμιστοκλέα p. 93c. 94a',' Μένωνα δὲ ἐπαινεῖ τὸν τοὺς Ἕλληνας προδόντα. ἐν δὲ τῷ Εὐθυδήμῳ <Εὐθύδημον> καὶ τὸν ἀδελφὸν αὐτοῦ Διονυσόδωρον προπηλακίζων καὶ καλῶν ὀψιμαθεῖς ἔτι τε ἐριστὰς [ὀνομάζων] ὀνειδίζει αὐτοῖς καὶ τὴν ἐκ Χίου τῆς πατρίδος φυγήν p. 271 c',' ἀφ᾽ ἧς ἐν Θουρίοις κατῳκίσθησαν. ἐν δὲ τῷ περὶ Ἀνδρείας Lach. p. 179c' ' Μελησίαν τὸν Θουκυδίδου τοῦ ἀντιπολιτευσαμένου Περικλεῖ καὶ Λυσίμαχον τὸν Ἀριστείδου τοῦ δικαίου, τῆς τῶν πατέρων ἀρετῆς ἀναξίους εἶναι φάσκων. δὲ περὶ Ἀλκιβιάδου εἴρηκεν ἐν τῷ Συμποσίῳ οὐδ᾽ εἰς φῶς λέγεσθαί ἐστιν ἄξιον, ἔν τε τῷ προτέρῳ τῶν εἰς αὐτὸν διαλόγων: γὰρ δεύτερος ὑπό τινων Ξενοφῶντος εἶναι λέγεται, ὡς καὶ Ἀλκυὼν Λέοντος τοῦ Ἀκαδημαικοῦ, ὥς φησι Νικίας Νικαεύς. τὰ μὲν οὖν κατὰ Ἀλκιβιάδου λεχθέντα σιωπῶ: ὅτι δὲ τὸν Ἀθηναίων δῆμον εἰκαῖον εἴρηκε κριτὴν [ἔτι τε πρόκωπον], Λακεδαιμονίους δὲ ἐπαινῶν ἐπαινεῖ καὶ τοὺς πάντων Ἑλλήνων ἐχθροὺς Πέρσας p. 121 sqq'.' καὶ τὸν ἀδελφὸν δὲ τοῦ Ἀλκιβιάδου Κλεινίαν μαινόμενόν τε ἀποφαίνει καὶ τοὺς υἱοὺς αὐτοῦ ἠλιθίους p. 118e' 'Μειδίαν τε ὀρτυγοκόπον p. 120a',' καὶ τὸν τῶν Ἀθηναίων δῆμον εὐπρόσωπον μὲν εἶναι, δεῖν δ᾽ αὐτὸν ἀποδύσαντας θεωρεῖν p. 132a':' ὀφθήσεται γάρ, φησί, περίβλεπτον ἀξίωμα περικείμενος κάλλους οὐκ ἀληθινοῦ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: