previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ὅτι ἐστὶ ποτήριον ΑΜΑΛΘΕΙΑΣ ΚΕΡΑΣ καὶ ΕΝΙΑΥ- ΤΟΣ καλούμενον.

ΑΜΦΩΞΙΣ ξύλινον ποτήριον, χρῆσθαι τοὺς ἀγροίκους Φιλητᾶς φησι fr. 35 Bach',' [τοὺς] ἀμέλγοντας εἰς αὐτὸ καὶ οὕτως πίνοντας.

ΑΜΥΣΤΙΣ. καλεῖται μὲν οὕτω πόσις τις, ἣν ἔστιν ἀπνευστὶ πίνειν μὴ μύσαντα. καλοῦσι δ᾽ οὕτω καὶ τὰ ποτήρια, ἀφ᾽ ὧν ἔστι πιεῖν εὐμαρῶς. καὶ τὸ ῥῆμα δὲ ἐξημύστισε φασί, τὸ ἐφ᾽ ἓν πνεῦμα πιεῖν, ὡς κωμικὸς Πλάτων I 654 K':'

λύσας δὲ ἀργὴν στάμνον εὐώδους ποτοῦ
ἵησιν εὐθὺς κύλικος εἰς κοῖλον κύτος:
ἔπειτ᾽ ἄκρατον κοὐ τεταργανωμένον
ἔπινε κἀξημύστισεν.
ἔπινον δὲ τὴν ἄμυστιν μετὰ μέλους, μεμετρημένον πρὸς ὠκύτητα χρόνου. ὡς Ἀμειψίας I 676 K':'
αὔλει μοι μέλος:
σὺ δ᾽ ᾆδε πρὸς τήνδ᾽, ἐκπίομαι δ᾽ ἐγὼ τέως.
αὔλει σύ, καὶ <σὺ> τὴν ἄμυστιν λάμβανε.
Β. οὐ χρὴ πόλλ᾽ ἔχειν θνητὸν ἄνθρωπον,
ἀλλ᾽ ἐρᾶν καὶ κατεσθίειν: σὺ δὲ κάρτα φείδῃ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: