previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ΗΡΑΚΛΕΙΟΝ. Πείσανδρος ἐν δευτέρῳ Ἡρακλείας fr. 5 Ki' 'τὸ δέπας ἐν διέπλευσεν Ἡρακλῆς τὸν Ὠκεανὸν εἶναι μέν φησιν Ἡλίου, λαβεῖν δ᾽ αὐτὸ παρ᾽ Ὠκεανοῦ τὸν Ἡρακλέα. μήποτε δὲ ἐπεὶ μεγάλοις ἔχαιρε ποτηρίοις ἥρως, διὰ τὸ μέγεθος παίζοντες οἱ ποιηταὶ καὶ συγγραφεῖς πλεῖν αὐτὸν ἐν ποτηρίῳ ἐμυθολόγησαν. Πανύασις δ᾽ ἐν πρώτῳ Ἡρακλείας fr. 7 Ki' 'παρὰ Νηρέως φησὶ τὴν τοῦ Ἡλίου φιάλην κομίσασθαι τὸν Ἡρακλέα καὶ διαπλεῦσαι εἰς Ἐρύθειαν. ὅτι δὲ εἷς ἦν Ἡρακλῆς τῶν πλεῖστον πινόντων προείπομεν. ὅτι δὲ καὶ Ἥλιος ἐπὶ ποτηρίου διεκομίζετο ἐπὶ τὴν δύσιν Στησίχορος μὲν οὕτως φησίν fr. 8 B':'
ἆμος δ᾽ Ὑπεριονίδας δέπας ἐσκατέβαινε
χρύσεον, ὄφρα δι᾽ Ὠκεανοῖο περάσας
ἀφίκοιθ᾽ ἱερᾶς ποτὶ βένθεα νυκτὸς ἐρεμνᾶς
ποτὶ ματέρα κουριδίαν τ᾽ ἄλοχον πάιδάς τε φίλους,
δ᾽ ἐς ἄλσος ἔβα δάφναισι κατάσκιον ποσὶν πάις Διός.
καὶ Ἀντίμαχος δ᾽ οὑτωσὶ λέγει fr. 4 B':'
τότε δὴ χρυσέῳ ἐν δέπαι
Ἠέλιον πόμπευεν ἀγακλυμένη Ἐρύθεια.
καὶ Αἰσχύλος ἐν Ἡλιάσιν fr. 69 N':'
ἔνθ᾽ ἐπὶ δυσμαῖς
ισου πατρὸς Ἡφαιστοτευχὲς
δέπας, ἐν τῷ διαβάλλει
πολὺν οἰδματόεντα <πόντου>
φέρει δρόμου πόρον οὐθεις,
μελανίππου προφυγὼν
ἱερᾶς νυκτὸς ἀμολγόν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: