previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

μνημονεύει τοῦ ἐκπώματος καὶ Ἀντιφάνης ἐν Ὁμοίοις οὕτως II 82 K':'
ὡς δ᾽ ἐδείπνησαν ῾συνάψαι βούλομαι γὰρ τἀν μέσᾠ
καὶ Διὸς σωτῆρος ἦλθε Θηρίκλειον ὄργανον,
τῆς τρυφερᾶς ἀπὸ Λέσβου σεμνογόνου σταγόνος
πλῆρες, ἀφρίζον, ἕκαστος δεξιτερᾷ δ᾽ ἔλαβεν.
καὶ Εὔβουλος ἐν μὲν Δόλωνι II 175 K':'
διένιψα δ᾽ οὐδὲν σκεῦος οὐδεπώποτε:
καθαρώτερον γὰρ τὸν κέραμον εἰργαζόμην
Θηρικλῆς τὰς κύλικας, ἡνίκ᾽ ἦν νέος.
ἐν δὲ Κυβευταῖς ibid. 183':'
ἄρτι μὲν μάλ᾽ ἀνδρικὴν
τῶν θηρικλείων ὑπεραφρίζουσαν παρα,
κωθωνόχειλον, ψηφοπεριβομβήτριαν,
μέλαιναν, εὐκύκλωτον, ὀξυπύνδακα,
στίλβουσαν, ἀνταυγοῦσαν, ἐκνενιμμένην,
κισσῷ κάρα βρύουσαν, ἐπικαλούμενοι
εἷλκον Διὸς σωτῆρος.
Ἀραρὼς δ᾽ Εὔβουλος ἐν Καμπυλίωνι II 179 K':'
γαῖα κεραμί, τίς σε Θηρικλῆς ποτε
ἔτευξε κοίλης λαγόνος εὐρύνας βάθος;
που κατειδὼς τὴν γυναικείαν φύσιν,
ὡς οὐχὶ μικροῖς ἥδεται ποτηρίοις;
Ἄλεξις δ᾽ ἐν Ἱππεῖ II 328 K':'
καὶ θηρίκλειός τις κύλιξ, στέφανον κύκλῳ
ἔχουσα χρυσοῦν: οὐ γὰρ ἐπίτηκτόν τινα.
καὶ ἐν Ἱππίσκῳ II 299 K':'
μεστὴν ἀκράτου θηρίκλειον ἔσπασε
κοίλην ὑπερθύουσαν ...

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load focus English (C. D. Yonge, B.A., 1854)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: