Ἑρμῆς, ὃν ἕλκουσ᾽ οἳ μὲν ἐκ προχοιδίου,
οἳ δ᾽ ἐκ καδίσκου <σ᾽> ἴσον ἴσῳ κεκραμένον.
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ΚΑΔΙΣΚΟΣ. Φιλήμων ἐν τῷ προειρημένῳ ῾p. 469a'
'συγγράμματι ποτηρίου εἶδος. ἀγγεῖον δ᾽ ἐστὶν ἐν ᾧ
τοὺς κτησίους Δίας ἐγκαθιδρύουσιν, ὡς Ἀντικλείδης
φησὶν ἐν τῷ Ἐξηγητικῷ γράφων οὕτως ῾fr. 13 M':' ‘Διὸς
κτησίου σημεῖα ἱδρύεσθαι χρὴ ὧδε: καδίσκον καινὸν
δίωτον ἐπιθηματοῦντα στέψαι τὰ ὦτα ἐρίῳ λευκῷ καὶ
ἐκ τοῦ ὤμου τοῦ δεξιοῦ καὶ ἐκ τοῦ μετώπου .... τοῦ
κροκίου, καὶ ἐσθεῖναι ὅ τι ἂν εὕρῃς καὶ εἰσχέαι ἀμβροσίαν. ἡ δ᾽ ἀμβροσία ὕδωρ ἀκραιφνές, ἔλαιον,
παγκαρπία: ἅπερ ἔμβαλε.' μνημονεύει τοῦ καδίσκου
καὶ Στράττις ὁ κωμικὸς ἐν Λημνομέδᾳ λέγων οὕτως
῾I 717 K':'
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.