previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Σωσικράτης Φιλαδέλφοις III 391 K':'
λεπτὴ δὲ κυρτοῖς ἐγγελῶσα κύμασιν
αὔρα, κόρη Σκείρωνος, ἡσύχῳ ποδὶ
προσῆγε πρᾴως καὶ καλῶς τὸν κάνθαρον.
Φρύνιχος Κωμασταῖς I 374 K':'
εἶτα κεραμεύων ἂν οἴκοι σωφρόνως Χαιρέστρατος
ἑκατὸν <ἂν> τῆς ἡμέρας ἔκλαιεν οἴνου κανθάρους.
Νικόστρατος Διαβόλῳ II 222 K':'
ναῦς δὲ πότερον εἰκόσορός ἐστ᾽ κύκνος
κάνθαρος; τουτὶ γὰρ ἂν πύθωμ᾽ ἔτι,
αὐτὸς περανῶ τὰ πάντ᾽. Β. ἀμέλει κυκνοκάνθαρος:
[ἐξ ἀμφοτέρων τούτων κεκεραμευμένος]
Μένανδρος δὲ Ναυκλήρῳ fr. 348 K':'
ἥκει λιπὼν Αἰγαῖον ἁλμυρὸν βάθος Eur. Tro. 1'
Θεόφιλος ἡμῖν, Στράτων. ὡς ἐς καλὸν
τὸν υἱὸν εὐτυχοῦντα καὶ σεσωσμένον
πρῶτος λέγω σοι τόν τε χρυσοῦν κάνθαρον.
ΣΤΡ. ποῖον; τὸ πλοῖον; <Α. οὐδὲν οἶσθας, ἄθλιε.>
[καὶ μετ᾽ ὀλίγα:]
ΣΤΡ. τὴν ναῦν σεσῶσθαί μοι λέγεις; Α. ἔγωγε μὴν
κείνην ναῦν Καλλικλῆς ἐποίησε
τὸν καλούμενον, Εὐφράνωρ <δ᾽> ἐκυβέρνα Θούριος.
Πολέμων δ᾽ ἐν τοῖς πρὸς Ἀντίγονον περὶ Ζωγράφων φησίν fr. 63 Pr':' ‘Ἀθήνησιν ἐν τῷ τοῦ Πειρίθου γάμῳ πεποίηκεν Ἵππυς τὴν μὲν οἰνοχόην καὶ τὸ κύπελλον λίθινα, χρυσῷ τὰ χείλη περιτεραμνίσας, τὰς δὲ κλισίας ἐλατίνας χαμᾶζε ποικίλοις στρώμασι κεκοσμημένας, ἐκπώματα δὲ κεραμέους κανθάρους, καὶ τὸν λύχνον ὁμοίως <τὸν> ἐκ τῆς ὀροφῆς ἐξηρτημένον, ἀνακεχυμένας ἔχοντα τὰς φλόγας.' ὅτι δὲ καὶ ἀπὸ Κανθάρου κεραμέως ὠνομάσθη τὸ ἔκπωμα Φιλέταιρός φησιν ἐν Ἀχιλλεῖ II 231 K':'
Πηλεύς: Πηλεὺς δ᾽ ἐστὶν ὄνομα κεραμέως Eur. Iph. A. 701','
ξηροῦ λυχνοποιοῦ, Κανθάρου, πενιχροῦ πάνυ,
ἀλλ᾽ οὐ τυράννου, νὴ Δί᾽.
ὅτι δὲ καὶ γυναικεῖον κοσμάριόν ἐστιν κάνθαρος Ἀντιφάνης εἴρηκεν ἐν Βοιωτίᾳ ib. 36'.'

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: