previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

διάφοροι δὲ κύλικες γίνονται καὶ ἐν τῇ τοῦ συσσίτου ἡμῶν Ἀθηναίου πατρίδι Ναυκράτει. εἰσὶν γὰρ φιαλώδεις μέν, οὐ κατὰ τόρνον, ἀλλ᾽ ὥσπερ δακτύλῳ πεποιημέναι, καὶ ἔχουσιν ὦτα τέσσαρα, πυθμένα εἰς πλάτος ἐκτεταμένον ῾πολλοὶ δ᾽ ἐν τῇ Ναυκράτει κεραμεῖς ἀφ᾽ ὧν καὶ πλησίον τῶν κεραμείων πύλη Κεραμικὴ καλεῖταἰ καὶ βάπτονται εἰς τὸ δοκεῖν εἶναι ἀργυραῖ. ἐπαινοῦνται δὲ καὶ αἱ Χῖαι κύλικες, ὧν μνημονεύει Ἕρμιππος ἐν Στρατιώταις I 240 K':'
Χία δὲ κύλιξ ὑψοῦ κρέμαται
περὶ πασσαλόφιν.
Γλαύκων δ᾽ ἐν ταῖς Γλώσσαις Κυπρίους φησὶ τὴν κοτύλην κύλικα καλεῖν. Ἑρμῶναξ δ᾽ ἐν Συνωνύμοις οὕτως γράφει: ‘ἄλεισον, ποτήριον, κύπελλον, ἄμφωτις, σκύφος, κύλιξ, κώθων, καρχήσιον, φιάλη.' Ἀχαιὸς δὲ Ἐρετριεὺς ἐν Ἀλκμαίωνι ἀντὶ τοῦ κύλικες παραγώγως κυλιχνίδας εἴρηκε διὰ τούτων fr. 14 N':'
ἀλλ᾽ ὡς τάχιστα μέλανα δεῦρ᾽ ἀμνὸν φέρειν
κοινόν τε χρὴ κρατῆρα καὶ κυλιχνίδας.
καὶ Ἀλκαῖος fr. 41 B4' '<ἐν τῷ ..>:
πίνωμεν: τί τὰ λύχν᾽ ὀμμένομεν; δάκτυλος ἁμέρα.
κὰδ δ᾽ ἄειρε κυλίχναις μεγάλαις, αιταποικιλλις.
οἶνον γὰρ Σεμέλας καὶ Διὸς <υἱὸς> λαθικαδέα
ἀνθρώποισιν ἔδωκ᾽. ἔγχεε κέρναις ἕνα καὶ <δύο>
πλέαις <κὰκ κεφαλᾶς>.
καὶ ἐν τῷ δεκάτῳ fr. 43':'
λάταγες ποτέονται κυλιχνᾶν ἀπὸ Τηιᾶν,
ὡς διαφόρων γινομένων καὶ ἐν Τέῳ κυλίκων.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: