previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ΜΕΛΗ. οὕτω καλεῖταί τινα ποτήρια, ὧν μνημονεύει Ἀνάξιππος ἐν Φρέατι λέγων οὕτως III 301 K' '
σὺ δὲ τὴν μέλην, Συρίσκε, ταυτηνὶ λαβὼν
ἔνεγκον ἐπὶ τὸ μνῆμ᾽ ἐκείνῃ, μανθάνεις;
καὶ κατάχεον.
ΜΕΤΑΝΙΠΤΡΟΝ μετὰ τὸ δεῖπνον ἐπὴν ἀπονίψωνται διδομένη κύλιξ. Ἀντιφάνης Λαμπάδι II 68 K':'
Δαίμονος
Ἀγαθοῦ μετάνιπτρον, ἐντραγεῖν, σπονδή, κρότος.
Δίφιλος Σαπφοῖ II 564 K':'
Ἀρχίλοχε, δέξαι τήνδε τὴν μετανιπτρίδα
μεστὴν Διὸς σωτῆρος, ἀγαθοῦ δαίμονος.
ἔνιοι δὲ τὴν μετὰ τὸ νίψασθαι πόσιν, ὡς Σέλευκος ἐν Γλώσσαις. Καλλίας δ᾽ ἐν Κύκλωψι I 695 K':'
καὶ δέξαι τηνδὶ μετανιπτρίδα τῆς Ὑγιείας.
Φιλέταιρος Ἀσκληπιῷ II 230 K':'
ἐνέσεισε μεστὴν ἴσον ἴσῳ μετανιπτρίδα
μεγάλην, ἐπειπὼν τῆς Ὑγιείας τοὔνομα.
Φιλόξενος δ᾽ διθυραμβοποιὸς ἐν τῷ ἐπιγραφομένῳ Δείπνῳ μετὰ τὸ ἀπονίψασθαι τὰς χεῖρας προπίνων τινί φησι fr. 4 B':'
σὺ δὲ τάνδε Βακχία
εὔδροσον πλήρη μετανιπτρίδα δέξαι.
πραύ τί τοι Βρόμιος γάνος τόδε δοὺς ἐπὶ τέρψιν
πάντας ἄγει.
Ἀντιφάνης Λαμπάδι II 68 K':'
τράπεζα φυστημινεις, ἅμα δ᾽ ἦν Δαίμονος
Ἀγαθοῦ μετάνιπτρον.
Νικόστρατος Ἀντερώσῃ ib. 220':'
μετανιπτρίδ᾽ αὐτῷ τῆς Ὑγιείας ἔγχεον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load focus English (C. D. Yonge, B.A., 1854)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: