previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ΜΑΝΗΣ ποτηρίου εἶδος. Νίκων Κιθαρῳδῷ III 389 K':'
καὶ πάνυ τις εὐκαίρωςπροπίνω, φησί, <σοί>,
πατριῶτα.' μάνην δ᾽ εἶχε κεραμεοῦν ἁδρόν,
χωροῦντα κοτύλας πέντ᾽ ἴσως. ἐδεξάμην.
παρέθετο τὰ ἰαμβεῖα καὶ Δίδυμος p. 73sq Schm' 'καὶ Πάμφιλος. καλεῖται δὲ μάνης καὶ τὸ ἐπὶ τοῦ κοττάβου ἐφεστηκός, ἐφ᾽ οὗ τὰς λάταγας ἐν παιδιᾷ ἔπεμπον: ὅπερ Σοφοκλῆς ἐν Σαλμωνεῖ χάλκειον ἔφη κάρα, λέγων οὕτως fr. 494 N':'
τάδ᾽ ἐστὶ κνισμὸς καὶ φιλημάτων ψόφος:
τῷ καλλικοτταβοῦντι νικητήρια
τίθημι καὶ βαλόντι χάλκειον κάρα.
Ἀντιφάνης Ἀφροδίτης Γοναῖς II 33 K':'
ἐγὼ 'πιδείξω καθ᾽ ἕν: ὃς ἂν τὸν κότταβον
ἀφεὶς ἐπὶ τὴν πλάστιγγα <ποιήσῃ πεσεῖν
Β. πλάστιγγα;> ποίαν; τοῦτο τοὐπικείμενον
ἄνω τὸ μικρόν, τὸ πινακίσκιον λέγεις;
Α. τοῦτ᾽ ἐστὶ πλάστιγξοὗτος κρατῶν γίνεται.
Β. πῶς δ᾽ εἴσεταί τις τοῦτ᾽; Α. ἐὰν τύχῃ μόνον
αὐτῆς, ἐπὶ τὸν μάνην πεσεῖται καὶ ψόφος
ἔσται πάνυ πολύς. Β. πρὸς θεῶν, τῷ κοττάβῳ
πρόσεστι καὶ Μάνης τις ὥσπερ οἰκέτης;
Ἕρμιππος Μοίραις I 237 fr. 47, 5 K' '
ῥάβδον δ᾽ ὄψει, φησί, τὴν κοτταβικὴν
ἐν τοῖς ἀχύροισι κυλινδομένην,
μάνης δ᾽ οὐδὲν λατάγων ἀίει:
τὴν δὲ τάλαιναν πλάστιγγ᾽ ἂν ἴδοις
παρὰ τὸν στροφέα τῆς κηπαίας
ἐν τοῖσι κορήμασιν οὖσαν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: