previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

καὶ περὶ τῶν ὤτων οὕτως διορίζονται, ὅτι εἶχεν μὲν δύο ὦτα ἄνω, καθότι καὶ τἄλλα ποτήρια, ἄλλα δὲ δύο κατὰ τὸ κύρτωμα μέσον ἐξ ἀμφοῖν τοῖν μεροῖν μικρά, παρόμοια ταῖς Κορινθιακαῖς ὑδρίαις. δὲ Ἀπελλῆς ἐντέχνως ἄγαν ὑπέδειξε τὴν τῶν τεσσάρων ὤτων σχέσιν ἔχουσαν ὧδε. ἐκ μιᾶς οἱονεὶ ῥίζης, ἥτις τῷ πυθμένι προσκυρεῖ, καθ᾽ ἑκάτερον τὸ οὖς διασχιδεῖς εἰσι ῥάβδοι ἐπ᾽ ἀμφοῖν, οὐ πολὺ ἀπ᾽ ἀλλήλων διεστῶσαι διάστημα. αὗται μέχρι τοῦ χείλους διήκουσαι τοῦ ποτηρίου καὶ μικρὸν ἔτι μετεωριζόμεναι κατὰ μὲν τὴν ἀπόστασιν τοῦ ἀγγείου φυλάττουσι τὴν διάσχισιν, κατὰ δὲ τὸ ἀπολῆγον πρὸς τὴν τοῦ χείλους ἔρεισιν πάλιν συμφυεῖς <εἰσιν>. καὶ γίνεται τὸν τρόπον τοῦτον τέτταρα ὦτα. τοῦτο δὲ οὐκ ἐπὶ πάντων, ἀλλ᾽ ἐπ᾽ ἐνίων ποτηρίων τὸ εἶδος τῆς κατασκευῆς θεωρεῖται, μάλιστα δὲ τῶν λεγομένων Σελευκίδων. τὸ δ᾽ ἐπὶ τῶν δυεῖν πυθμένων ζητούμενον, πῶς λέγεται τὸ δύο δ᾽ ὑπὸ πυθμένες ἦσαν, διαλύουσιν οὕτως τινές. τῶν ποτηρίων τινὰ μὲν ἕνα πυθμένα ἔχειν τὸν φυσικὸν καὶ συγκεχαλκευμένον τῷ ὅλῳ ποτηρίῳ, καθότι τὰ λεγόμενα κυμβία καὶ τὰς φιάλας καὶ εἴ τι φιαλῶδές ἐστι τὴν ἰδέαν: τινὰ δὲ δύο, ὥσπερ τὰ ᾠοσκύφια καὶ τὰ κανθάρια καὶ τὰς Σελευκίδας καὶ τὰ καρχήσια καὶ τὰ τούτοις ὅμοια: ἕνα μὲν γὰρ εἶναι πυθμένα τὸν κατὰ τὸ κύτος συγκεχαλκευμένον ὅλῳ τῷ ἀγγείῳ, ἕτερον δὲ τὸν πρόσθετον, ἀπὸ ὀξέος ἀρχόμενον, καταλήγοντα δ᾽ εἰς πλατύτερον, ἐφ᾽ οὗ ἵσταται τὸ ποτήριον. καὶ τὸ τοῦ Νέστορος οὖν δέπας φασὶν εἶναι τοιοῦτον. δύναται δὲ καὶ δύο πυθμένας ὑποτίθεσθαι, τὸν μὲν οἷον τοῦ ποτηρίου φέροντα τὸν ὅλον ὄγκον [καὶ] κατὰ μείζονα κυκλοειδῆ περιγραφὴν ἔξαρσιν ἔχοντα τοῦ ὕψους σύμμετρον, τὸν δὲ κατ᾽ ἐλάττω κύκλον συνεχόμενον ἐν τῷ μείζονι, καθ᾽ ὅσον συννεύειν συμβέβηκεν εἰς ὀξὺ τὸν φυσικὸν τοῦ ποτηρίου πυθμένα, ὥστε ὑπὸ δυοῖν πυθμένοιν φέρεσθαι τὸ ἔκπωμα. Διονύσιος δὲ Θρᾲξ ἐν Ῥόδῳ λέγεται τὴν Νεστορίδα κατασκευάσαι τῶν μαθητῶν αὐτῷ συνενεγκάντων τἀργύριον: ὅπερ Προμαθίδας Ἡρακλεώτης ἐξηγούμενος τὴν κατὰ τὸν Διονύσιον διάταξίν φησιν σκύφον εἶναι παρακειμένως ἔχοντα τὰ ὦτα, καθάπερ αἱ δίπρῳροι τῶν νεῶν, περὶ δὲ τὰ ὦτα τὰς περιστεράς: ὡσπερεὶ δέ τινα ῥοπάλια δύο ὑποκεῖσθαι τῷ ποτηρίῳ πλάγια διὰ μήκους: ταῦτα δ᾽ εἶναι τοὺς δύο πυθμένας. ὁποῖόν τι καὶ νῦν ἔστιν ἰδεῖν ἐν Καπύῃ πόλει τῆς Καμπανίας ἀνακείμενον τῇ Ἀρτέμιδι ποτήριον, ὅπερ λέγουσιν ἐκεῖνοι Νέστορος γεγονέναι: ἐστὶ δὲ ἀργύρεον, χρυσοῖς γράμμασιν ἐντετυπωμένα ἔχον τὰ Ὁμηρικὰ ἔπη.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load focus English (C. D. Yonge, B.A., 1854)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: