previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

δὲ τοῦ ὀνόματος ἐκτροπή, καθ᾽ ἣν αἱ Πλειάδες λέγονται Πέλειαι καὶ Πελειάδες, παρὰ πολλοῖς ἐστι τῶν ποιητῶν. πρώτη δὲ Μοιρὼ Βυζαντία καλῶς ἐδέξατο τὸν νοῦν τῶν Ὁμήρου ποιημάτων ἐν τῇ Μνημοσύνῃ ἐπιγραφομένῃ φάσκουσα τὴν ἀμβροσίαν τῷ Διὶ τὰς Πλειάδας κομίζειν. Κράτης δ᾽ κριτικὸς p. 53 W' 'σφετερισάμενος αὐτῆς τὴν δόξαν ὡς ἴδιον ἐκφέρει τὸν λόγον. καὶ Σιμωνίδης δὲ τὰς Πλειάδας Πελειάδας εἴρηκεν ἐν τούτοις fr. 18 B4':'
δίδωτι δ᾽ εὖχος Ἑρμᾶς ἐναγώνιος,
Μαίας εὐπλοκάμοιο παῖς, ἔτικτε δ᾽ Ἄτλας
ἑπτὰ ἰοπλοκάμων φιλᾶν θυγατρῶν τάν γ᾽ ἔξοχον εἶδος,
ταὶ καλέονται Πελειάδες οὐράνιαι.
σαφῶς γὰρ τὰς Πλειάδας οὔσας Ἄτλαντος θυγατέρας Πελειάδας καλεῖ, καθάπερ καὶ Πίνδαρος Nem. 2, 16'.'
ἐστὶ δ᾽ ἐοικὸς
ὀρειᾶν γε Πελειάδων
μὴ τηλόθεν Ὠαρίων᾽ ἀνεῖσθαι.
σύνεγγυς γάρ ἐστιν Ὠρίων τῇ ἀστροθεσίᾳ τῶν Πλειάδων: διὸ καὶ περὶ ταύτας μῦθος, ὅτι φεύγουσι μετὰ τῆς μητρὸς τῆς Πληιόνης τὸν Ὠρίωνα. ὀρείας δὲ λέγει τὰς Πλειάδας ἐν ἴσῳ τῷ οὐρείας κατὰ παράλειψιν τοῦυ〉, ἐπειδὴ κεῖνται ἐπὶ τῆς οὐρᾶς τοῦ ταύρου. καὶ Αἰσχύλος δ᾽ ἐκφανέστερον προσπαίζων τῷ ὀνόματι κατὰ τὴν ὁμοφωνίαν fr. 312 N':'
αἱ δ᾽ ἕπτ᾽ Ἄτλαντος παῖδες ὠνομασμέναι
πατρὸς μέγιστον ἆθλον οὐρανοῦ στέγῃ
κλαίεσκον, ἔνθα νυκτέρων φαντασμάτων
ἔχουσι μορφὰς ἄπτεροι Πελειάδες.
ἀπτέρους γὰρ αὐτὰς εἴρηκε διὰ τὴν πρὸς τὰς ὄρνεις ὁμωνυμίαν. δὲ Μοιρὼ καὶ αὐτὴ τὸν τρόπον τοῦτόν φησι:
Ζεὺς δ᾽ ἄρ᾽ ἐνὶ Κρήτῃ τρέφετο μέγας, οὐδ᾽ ἄρα τίς νιν
ἠείδει μακάρων: δ᾽ ἀέξετο πᾶσι μέλεσσι.
τὸν μὲν ἄρα τρήρωνες ὑπὸ ζαθέῳ τράφον ἄντρῳ
ἀμβροσίην φορέουσαι ἀπ᾽ Ὠκεανοῖο ῥοάων:
νέκταρ δ᾽ ἐκ πέτρης μέγας αἰετὸς αἰὲν ἀφύσσων
γαμφηλῇ φορέεσκε ποτὸν Διὶ μητιόεντι.
τὸν καὶ νικήσας πατέρα Κρόνον εὐρύοπα Ζεὺς
ἀθάνατον ποίησε καὶ οὐρανῷ ἐγκατένασσεν.
ὣς δ᾽ αὕτως τρήρωσι πελειάσιν ὤπασε τιμήν,
αἳ δή τοι θέρεος καὶ χείματος ἄγγελοί εἰσι.
καὶ Σιμμίας δ᾽ ἐν τῇ Γοργοῖ φησιν:
αἳ θέρος ὠκεῖαι πρόπολοι πίλναντο Πέλειαι.
Ποσείδιππός τ᾽ ἐν τῇ Ἀσωπίᾳ:
οὐδέ τοι ἀκρόνυχοι ψυχραὶ δύνουσι Πέλειαι.
Λαμπροκλῆς δ᾽ διθυραμβοποιὸς καὶ ῥητῶς αὐτὰς εἶπεν ὁμωνυμεῖν ταῖς περιστεραῖς ἐν τούτοις PL III 556 B4':'
αἵ τε ποταναῖς
ὁμώνυμοι πελειάσιν αἰθέρι κεῖσθε.
καὶ τὴν εἰς Ἡσίοδον δὲ ἀναφερομένην ποιήσας Ἀστρονομίαν αἰεὶ Πελειάδας αὐτὰς λέγει fr. 9 Rz':'
τὰς δὲ βροτοὶ καλέουσι Πελειάδας.
καὶ πάλιν fr. 10':'
χειμέριαι δύνουσι Πελειάδες.
καὶ πάλιν fr. 11':'
τῆμος ἀποκρύπτουσι Πελειάδες.
οὐδὲν οὖν ἄπιστον καὶ Ὅμηρον τὰς Πλειάδας κατὰ ποιητικὸν νόμον Πελειάδας ὠνομακέναι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: