previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

περὶ δὲ τῶν κατ᾽ ἄνδρα τάδ᾽ ἤκουσα. Κτησίας ἐν τρίτῃ Περσικῶν fr. 20 M' 'καὶ πάντας μέν φησι τοὺς βασιλεύσαντας τῆς Ἀσίας περὶ τρυφὴν σπουδάσαι, μάλιστα δὲ ΝΙΝΥΑΝ τὸν Νίνου καὶ Σεμιράμιδος υἱόν. καὶ οὗτος οὖν ἔνδον μένων καὶ τρυφῶν ὑπ᾽ οὐδενὸς ἑωρᾶτο εἰ μὴ ὑπὸ τῶν εὐνούχων καὶ τῶν ἰδίων γυναικῶν. τοιοῦτος δ᾽ ἦν καὶ ΣΑΡΔΑΝΑΠΑΛΛΟΣ, ὃν οἳ μὲν Ἀνακυνδαράξεω λέγουσιν υἱόν, οἳ δὲ Ἀναβαραξάρου. ὅτε δὴ οὖν Ἀρβάκης, εἷς τῶν ὑπ᾽ αὐτὸν στρατηγῶν Μῆδος γένος, διεπράξατο διά τινος τῶν εὐνούχων Σπαραμείζου θεάσασθαι Σαρδανάπαλλον καὶ μόλις αὐτῷ ἐπετράπη ἐκείνου ἐθελήσαντος, ὡς εἰσελθὼν εἶδεν αὐτὸν Μῆδος ἐψιμυθιωμένον καὶ κεκοσμημένον γυναικιστὶ καὶ μετὰ τῶν παλλακίδων ξαίνοντα πορφύραν ἀναβάδην τε μετ᾽ αὐτῶν καθήμενον, τὰς ὀφρῦς <ὑπογεγραμμένον>, γυναικείαν δὲ στολὴν ἔχοντα καὶ κατεξυρημένον τὸν πώγωνα καὶ κατακεκισηρισμένονἦν δὲ καὶ γάλακτος λευκότερος καὶ ὑπεγέγραπτο τοὺς ὀφθαλμούςἐπεὶ δὲ καὶ προσεῖδεν τὸν Ἀρβάκην τὰ λευκὰ ἐπαναβαλὼν τοῖν ὀφθαλμοῖν, οἱ μὲν πολλοί, ὧν ἐστι καὶ Δοῦρις FHG II 473',' ἱστοροῦσιν ὑπὸ τούτου ἀγανακτήσαντος εἰ τοιοῦτος αὐτῶν βασιλεύει συγκεντηθέντα ἀποθανεῖν. Κτησίας δὲ λέγε fr. 20 M' 'εἰς πόλεμον αὐτὸν καταστῆναι καὶ ἀθροίσαντα πολλὴν στρατιὰν καὶ καταλυθέντα ὑπὸ τοῦ Ἀρβάκου τελευτῆσαι ἑαυτὸν ἐμπρήσαντα ἐν τοῖς βασιλείοις, πυρὰν νήσαντα ὕψος τεσσάρων πλέθρων, ἐφ᾽ ἧς ἐπέθηκεν χρυσᾶς κλίνας ἑκατὸν καὶ πεντήκοντα καὶ ἴσας τραπέζας καὶ ταύτας χρυσᾶς. ἐποίησε δὲ ἐν τῇ πυρᾷ καὶ οἴκημα ἑκατόμπεδον ἐκ ξύλων κἀνταῦθα κλίνας ὑπεστόρεσε καὶ κατεκλίθη ἐνταῦθα αὐτός τε μετὰ καὶ τῆς γυναικὸς [αὐτοῦ] καὶ αἱ παλλακίδες ἐν ταῖς ἄλλαις κλίναις. τοὺς γὰρ τρεῖς υἱοὺς καὶ δύο θυγατέρας ὁρῶν τὰ πράγματα κακούμενα προπεπόμφει εἰς Νίνον πρὸς τὸν ἐκεῖ βασιλέα, δοὺς αὐτοῖς τρισχίλια χρυσίου τάλαντα: ἐπεστέγασεν δὲ τὸ οἴκημα δοκοῖς μεγάλαις τε καὶ παχείαις, ἔπειτα ἐν κύκλῳ περιέθηκε πολλὰ ξύλα καὶ παχέα, ὥστε μὴ εἶναι ἔξοδον. ἐνταῦθα ἐπέθηκεν μὲν χρυσίου μυριάδας χιλίας, ἀργυρίου δὲ μυρίας μυριάδας ταλάντων καὶ ἱμάτια καὶ πορφύρας καὶ στολὰς παντοδαπάς. ἔπειτα ὑφάψαι ἐκέλευσε τὴν πυράν, καὶ ἐκαίετο πεντεκαίδεκα ἡμέραις. οἳ δὲ ἐθαύμαζον ὁρῶντες τὸν καπνὸν καὶ ἐδόκουν αὐτὸν θυσίας ἐπιτελεῖν: ταῦτα δὲ μόνοι ᾔδεσαν οἱ εὐνοῦχοι. μὲν οὖν Σαρδανάπαλλος ἐκτόπως ἡδυπαθήσας ὡς ἐνῆν γενναίως ἐτελεύτησεν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: