previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἐν δὲ τῇ α# τῶν Φιλιππικῶν Θεόπομπος περὶ Φιλίππου λέγων φησίν FHG I 283':' ‘καὶ τριταῖος εἰς Ὀνόκαρσιν ἀφικνεῖται, χωρίον τι τῆς Θρᾴκης ἄλσος ἔχον πολὺ κατεσκευασμένον καλῶς καὶ πρὸς τὸ ἐνδιαιτηθῆναι κεχαρισμένον ἄλλως τε καὶ τὴν θερινὴν ὥραν. ἦν γὰρ καὶ τῶν ὑπὸ ΚΟΤΥΟΣ προκριθέντων, ὃς ἁπάντων τῶν βασιλέων τῶν ἐν τῇ Θρᾴκῃ γεγενημένων μάλιστα πρὸς ἡδυπαθείας καὶ τρυφὰς ὥρμησε, καὶ περιιὼν τὴν χώραν ὅπου κατίδοι τόπους δένδρεσι συσκίους καὶ καταρρύτους ὕδασι, τούτους κατεσκεύασεν ἑστιατόρια: καὶ φοιτῶν εἰς ἑκάστους ὁπότε τύχοι θυσίας τε τοῖς θεοῖς ἐποιεῖτο καὶ συνῆν μετὰ τῶν ὑπάρχων, εὐδαίμων καὶ μακαριστὸς ὢν ἕως εἰς τὴν Ἀθηνᾶν βλασφημεῖν καὶ πλημμελεῖν ἐπεχείρησεν.' διηγεῖταί τε ἑξῆς συγγραφεὺς ὅτι δεῖπνον κατεσκεύασεν Κότυς ὡς γαμουμένης αὐτῷ τῆς Ἀθηνᾶς καὶ θάλαμον κατασκευάσας ἀνέμενεν μεθύων τὴν θεόν. ἤδη δ᾽ ἔκφρων γενόμενος ἔπεμπέ τινα τῶν δορυφόρων ὀψόμενον εἰ παραγέγονεν θεὸς εἰς τὸν θάλαμον. ἀφικομένου δ᾽ ἐκείνου καὶ εἰπόντος μηδένα εἶναι ἐν τῷ θαλάμῳ, τοξεύσας τοῦτον ἀπέκτεινεν καὶ ἄλλον δεύτερον ἐπὶ τοῖς αὐτοῖς, ἕως τρίτος συνεὶς παραγενομένην ἔφη πάλαι τὴν θεὸν αὐτὸν ἀναμένειν. δὲ βασιλεὺς οὗτός ποτε καὶ ζηλοτυπήσας τὴν αὑτοῦ γυναῖκα ταῖς αὑτοῦ χερσὶν ἀνέτεμε τὴν ἄνθρωπον ἀπὸ τῶν αἰδοίων ἀρξάμενος.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load focus English (C. D. Yonge, B.A., 1854)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: