previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἐν δὲ τῇ τρισκαιδεκάτῃ τῶν Φιλιππικῶν περὶ ΧΑΒΡΙΟΥ τοῦ Ἀθηναίων <στρατηγοῦ> ἱστορῶν φησιν ibid. 297':' ‘οὐ δυνάμενος δὲ ζῆν ἐν τῇ πόλει τὰ μὲν διὰ τὴν ἀσέλγειαν καὶ διὰ τὴν πολυτέλειαν τὴν αὑτοῦ τὴν περὶ τὸν βίον, τὰ δὲ διὰ τοὺς Ἀθηναίους ἅπασι γάρ εἰσι χαλεποί: διὸ καὶ εἵλοντο αὐτῶν οἱ ἔνδοξοι ἔξω τῆς πόλεως καταβιοῦν, Ἰφικράτης μὲν ἐν Θρᾴκῃ, Κόνων δ᾽ ἐν Κύπρῳ, Τιμόθεος δ᾽ ἐν Λέσβῳ, Χάρης δ᾽ ἐν Σιγείῳ, καὶ αὐτὸς Χαβρίας ἐν Αἰγύπτῳ.' καὶ περὶ τοῦ Χάρητος ἐν τῇ πέμπτῃ καὶ τεσσαρακοστῇ φησιν ibid. 318':' ‘Χάρητός τε νωθροῦ τε ὄντος καὶ βραδέος, καίτοι γε καὶ πρὸς τρυφὴν ἤδη ζῶντος: ὅς γε περιήγετο στρατευόμενος αὐλητρίδας καὶ ψαλτρίας καὶ πεζὰς ἑταίρας, καὶ τῶν χρημάτων τῶν εἰσφερομένων εἰς τὸν πόλεμον τὰ μὲν εἰς ταύτην τὴν ὕβριν ἀνήλισκε, τὰ δ᾽ αὐτοῦ κατέλειπεν Ἀθήνησιν τοῖς τε λέγουσιν καὶ τὰ ψηφίσματα γράφουσιν καὶ τῶν ἰδιωτῶν τοῖς δικαζομένοις: ἐφ᾽ οἷς δῆμος τῶν Ἀθηναίων οὐδεπώποτε ἠγανάκτησεν, ἀλλὰ διὰ ταῦτα καὶ μᾶλλον αὐτὸν ἠγάπα τῶν πολιτῶν, καὶ δικαίως: καὶ γὰρ αὐτοὶ τοῦτον τὸν τρόπον ἔζων, ὥστε τοὺς μὲν νέους ἐν τοῖς αὐλητριδίοις καὶ παρὰ ταῖς ἑταίραις διατρίβειν, τοὺς δὲ μικρὸν ἐκείνων πρεσβυτέρους ἐν πότοις <καὶ> κύβοις καὶ ταῖς τοιαύταις ἀσωτίαις, τὸν δὲ δῆμον ἅπαντα πλείω καταναλίσκειν εἰς τὰς κοινὰς ἑστιάσεις καὶ κρεανομίας ἤπερ εἰς τὴν τῆς πόλεως διοίκησιν.' ἐν δὲ τῷ ἐπιγραφομένῳ τοῦ Θεοπόμπου συγγράμματι περὶ τῶν ἐκ Δελφῶν συληθέντων Χρημάτων ibid. 308' '‘Χάρητι, φησί, τῷ Ἀθηναίῳ διὰ Λυσάνδρου τάλαντα ἑξήκοντα. ἀφ᾽ ὧν ἐδείπνισεν Ἀθηναίους ἐν τῇ ἀγορᾷ θύσας τὰ ἐπινίκια τῆς γενομένης μάχης πρὸς τοὺς Φιλίππου ξένους.' ὧν ἡγεῖτο μὲν Ἀδαῖος Ἀλεκτρυὼν ἐπικαλούμενος: περὶ οὗ καὶ Ἡρακλείδης τῶν κωμῳδιῶν ποιητὴς μέμνηται οὕτως II 435 K':'
Ἀλεκτρυόνα τὸν τοῦ Φιλίππου παραλαβὼν
ἀωρὶ κοκκύζοντα καὶ πλανώμενον
κατέκοψεν: οὐ γὰρ εἶχεν οὐδέπω λόφον.
ἕνα κατακόψας μάλα συχνοὺς ἐδείπνισεν
Χάρης Ἀθηναίων τόθ᾽: ὡς γενναῖος ἦν.
τὰ αὐτὰ ἱστορεῖ καὶ Δοῦρις FHG II 470'.'

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load focus English (C. D. Yonge, B.A., 1854)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: