previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

περὶ δὲ ΚΑΛΛΙΟΥ καὶ τῶν τούτου κολάκων φθάνομεν καὶ πρότερον εἰπόντες: ἀλλ᾽ ἐπεὶ καινῶς Ἡρακλείδης Ποντικὸς ἐν τῷ περὶ Ἡδονῆς ἱστορεῖ περὶ αὐτοῦ, ἄνωθεν ἀναλαβὼν διηγήσομαι. ‘ὅτε τὸ πρῶτον εἰς Εὔβοιαν ἐστράτευσαν οἱ Πέρσαι, τότε, ὥς φασιν, Ἐρετριεὺς ἀνὴρ Διόμνηστος κύριος ἐγένετο τῶν τοῦ στρατηγοῦ χρημάτων. ἔτυχεν γὰρ ἐν τῷ ἀγρῷ τῷ ἐκείνου σκηνῶν καὶ τὰ χρήματα εἰς οἴκημά τι θέμενος τῆς οἰκίας. τελευτησάντων δὲ πάντων διέλαθεν ἔχων Διόμνηστος τὸ χρυσίον. ἐπεὶ δὲ πάλιν τῶν Περσῶν βασιλεὺς ἀπέστειλεν εἰς τὴν Ἐρέτριαν στράτευμα, προστάξας ἀνάστατον [γενέσθαι] ποιῆσαι τὴν πόλιν, εἰκότως ὑπεξετίθεντο ὅσοι χρημάτων ηὐπόρουν. οἱ οὖν καταλελειμμένοι τῆς τοῦ Διομνήστου οἰκίας παρ᾽ Ἱππόνικον τὸν Καλλίου τὸν Ἄμμωνα ἐπικαλούμενον ὑπεξέθεντο τὰ χρήματα εἰς τὰς Ἀθήνας, καὶ ἀνασκευασθέντων ὑπὸ τῶν Περσῶν ἁπάντων <τῶν> Ἐρετριέων κατέσχον οὗτοι τὰ χρήματα πολλὰ ὄντα. ὥστε Ἱππόνικος ἀπ᾽ ἐκείνου γεγονὼς τοῦ τὴν παρακαταθήκην λαβόντος ᾔτησεν Ἀθηναίους ποτὲ ἐν ἀκροπόλει τόπον ἵν᾽ οἰκοδομήσηται τοῖς χρήμασιν ὅπου κείσεται, [λέγων] ὡς οὐκ ἀσφαλὲς ὂν ἐν ἰδιωτικῇ οἰκίᾳ πολλὰ χρήματα εἶναι. καὶ ἔδοσαν <ἂν> Ἀθηναῖοι: νουθετηθεὶς δ᾽ ὑπὸ τῶν φίλων μετενόησεν. τούτων οὖν [ὄντων] τῶν χρημάτων Καλλίας κύριος γενόμενος καὶ πρὸς ἡδονὴν βιώσαςποῖοι γὰρ οὐ κόλακες τί πλῆθος οὐχ ἑταίρων περὶ αὐτὸν ἦσαν, ποίας δὲ δαπάνας οὐχ ὑπερεώρα 'κεῖνοςἀλλ᾽ ὅμως εἰς τοσοῦτον αὐτὸν περιέστησεν περὶ ἡδονὴν βίος ὥστε μετὰ γρᾳδίου βαρβάρου διατελεῖν ἠναγκάσθη καὶ τῶν ἀναγκαίων τῶν καθ᾽ ἡμέραν ἐνδεὴς γενόμενος τὸν βίον ἐτελεύτησεν. τὸν δὲ Νικίου, φησί, τοῦ Περγασῆθεν πλοῦτον τὸν Ἰσχομάχου τίνες ἀπώλεσαν; οὐκ Αὐτοκλέης καὶ Ἐπικλέης, οἳ μετ᾽ ἀλλήλων ζῆν προελόμενοι καὶ πάντ᾽ ἐν ἐλάττονι ποιούμενοι τῆς ἡδονῆς, ἐπειδὴ πάντα κατανάλωσαν, κώνειον πιόντες ἅμα τὸν βίον ἐτελεύτησαν;

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: