κἀν βακχεύμασινκωμῳδῶν δὲ αὐτὸν Ἄλεξις ἐν Γαλατείᾳ ποιεῖ τινα θεράποντα διηγούμενον περί τινος τῶν μαθητῶν τάδε ῾II 311 K':'
οὖσ᾽ ἥ γε σώφρων οὐ διαφθαρήσεται.
ὁ δεσπότης οὑμὸς περὶ λόγους γάρ ποτεἈντιφάνης δ᾽ ἐν Ἀνταίῳ περὶ τῆς τῶν φιλοσόφων τρυφερότητος διαλεγόμενός φησιν ῾II 23 K':'
διέτριψε μειρακίσκος ὢν καὶ φιλοσοφεῖν
ἐπέθετο. Κυρηναῖος ἦν ἐνταῦθά τις,
ὥς φασ᾽, Ἀρίστιππος, σοφιστὴς εὐφυής,
μᾶλλον δὲ πρωτεύων ἁπάντων <τῶν> τότε
ἀκολασίᾳ τε τῶν γεγονότων διαφέρων.
τούτῳ τάλαντον δοὺς μαθητὴς γίνεται
ὁ δεσπότης, καὶ τὴν τέχνην μὲν οὐ πάνυ
ἐξέμαθε, τὴν δ᾽ ἀρτηρίαν συνήρπασεν.
Α. ὦ 'τάν, κατανοεῖς τίς ποτ᾽ ἐστὶν οὑτοσὶ
ὁ γέρων; Β. ἀπὸ τῆς μὲν ὄψεως Ἑλληνικός:
λευκὴ χλανίς, φαιὸς χιτωνίσκος καλός,
πιλίδιον ἁπαλόν, εὔρυθμος βακτηρία,
βεβαία τράπεζα—τί μακρὰ δεῖ λέγειν; ὅλως
αὐτὴν ὁρᾶν γὰρ τὴν Ἀκαδημίαν δοκῶ.