previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

οὐ μόνος δ᾽ Ἀρίστιππος καὶ οἱ ἀπ᾽ αὐτοῦ τὴν κατὰ κίνησιν ἡδονὴν ἠσπάζοντο, ἀλλὰ καὶ ΕΠΙΚΟΥΡΟΣ καὶ οἱ ἀπὸ τούτου. καὶ ἵνα μὴ τοὺς καταιγισμοὺς λέγω καὶ τὰ ἐπεντρώματα, ἅπερ πολλάκις προφέρεται Ἐπίκουρος fr. 413 Us',' καὶ τοὺς γαργαλισμοὺς καὶ τὰ νύγματα, ἐν τῷ περὶ Τέλους εἴρηκεν, τούτων μνηθήσομαι. φησὶν γάρ fr. 67':' ‘οὐ γὰρ ἔγωγε δύναμαι νοῆσαι τἀγαθὸν ἀφαιρῶν μὲν τὰς διὰ χυλῶν ἡδονάς, ἀφαιρῶν δὲ τὰς δι᾽ ἀφροδισίων, ἀφαιρῶν δὲ τὰς δι᾽ ἀκροαμάτων, ἀφαιρῶν δὲ καὶ τὰς διὰ μορφῆς κατ᾽ ὄψιν ἡδείας κινήσεις.' καὶ Μητρόδωρος ἐν ταῖς Ἐπιστολαῖς φησιν fr. 6 Duening':' ‘περὶ γαστέρα, φυσιολόγε Τιμόκρατες, περὶ γαστέρα κατὰ φύσιν βαδίζων λόγος τὴν ἅπασαν ἔχει σπουδήν.' καὶ Ἐπίκουρος δέ φησιν fr. 409':' ‘ἀρχὴ καὶ ῥίζα παντὸς ἀγαθοῦ τῆς γαστρὸς ἡδονή: καὶ τὰ σοφὰ <καὶ> τὰ περισσὰ ἐπὶ ταύτην ἔχει τὴν ἀναφοράν.' κἀν τῷ περὶ Τέλους δὲ πάλιν φησίν fr. 70':' ‘τιμητέον τὸ καλὸν καὶ τὰς ἀρετὰς καὶ τὰ τοιουτότροπα, ἐὰν ἡδονὴν παρασκευάζῃ: ἐὰν δὲ μὴ παρασκευάζῃ, χαίρειν ἐατέον,' σαφῶς ὑπουργὸν ἐν τούτοις ποιῶν τὴν ἀρετὴν τῆς ἡδονῆς καὶ θεραπαίνης τάξιν ἐπέχουσαν. κἀν ἄλλοις δέ φησιν fr. 512':' ‘προσπτύω τῷ καλῷ καὶ τοῖς κενῶς αὐτὸ θαυμάζουσιν, ὅταν μηδεμίαν ἡδονὴν ποιῇ.'

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: