previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

δὲ παρὰ τῷ Ὁμήρῳ Ὀδυσσεὺς ἡγεμὼν δοκεῖ γεγενῆσθαι Ἐπικούρῳ τῆς πολυθρυλήτου ἡδονῆς, ὅσπερ φησίν:

οὐ γὰρ ἔγωγέ τι φημὶ τέλος χαριέστερον εἶναι
ὅταν εὐφροσύνη μὲν ἔχῃ κατὰ δῆμον ἅπαντα,
δαιτυμόνες δ᾽ ἀνὰ δώματ᾽ ἀκουάζωνται ἀοιδοῦ
ἥμενοι ἑξείης, παρὰ δὲ πλήθωσι τράπεζαι
σίτου καὶ κρειῶν, μέθυ δ᾽ ἐκ κρητῆρος ἀφύσσων
οἰνοχόος παρέχῃσι καὶ ἐγχείῃ δεπάεσσιν.
τοῦτό τί μοι κάλλιστον ἐνὶ φρεσὶν εἴδεται εἶναι.

δὲ Μεγακλείδης φησὶ τὸν Ὀδυσσέα καθομιλοῦντα τοῖς καιροῖς ὑπὲρ τοῦ δοκεῖν ὁμοήθη τοῖς Φαίαξιν εἶναι τὸ ἁβροδίαιτον αὐτῶν ἀσπάζεσθαι, προπυθόμενον τοῦ Ἀλκίνου:

αἰεὶ δ᾽ ἡμῖν δαίς τε φίλη κίθαρίς τε χοροί τε
εἵματά τ᾽ ἐξημοιβὰ λοετρά τε θερμὰ καὶ εὐναί.

μόνως γὰρ οὕτως ᾠήθη ὧν ἤλπιζεν μὴ <ἂν> διαμαρτεῖν. τοιοῦτός ἐστιν καὶ παραινῶν Ἀμφιλόχῳ τῷ παιδί Pind. fr. 43 B4':'
τέκνον,
ποντίου θηρὸς πετραίου χρωτὶ μάλιστα νόον
προσφέρων πάσαις πολίεσσιν ὁμίλει:
τῷ παρεόντι δ᾽ ἐπαινήσαις ἑκὼν
ἄλλοτ᾽ ἀλλοῖα φρόνει.
ὁμοίως φησὶν καὶ Σοφοκλῆς ἐν Ἰφιγενείᾳ fr. 286 N':'
νόει πρὸς ἀνδρί, σῶμα πουλύπους ὅπως
πέτρᾳ, τραπέσθαι γνησίου φρονήματος.
καὶ Θέογνις v. 215 Z':'
πουλύπου ὀργὴν ἴσχε πολυπλόκου.
εἰσὶ δ᾽ οἵ φασι ταύτης εἶναι τῆς γνώμης τὸν Ὅμηρον, προτάττοντα τοῦ σπουδαίου βίου πολλάκις τὸν καθ᾽ ἡδονήν, λέγοντα:

οἱ δὲ θεοὶ πὰρ Ζηνὶ καθήμενοι ἠγορόωντο
χρυσέῳ ἐν δαπέδῳ, μετὰ δέ σφισι πότνια Ἥβη
νέκταρ ἐῳνοχόει, τοὶ δὲ χρυσέοις δεπάεσσι
δειδέχατ᾽ ἀλλήλους.

καὶ Μενέλαος δὲ παρ᾽ αὐτῷ φησιν Od. 4.178':'
οὐδέ κεν ἡμέας
ἄλλο διέκρινεν φιλέοντέ τε τερπομένω τε.
καί:

ἥμεθα δαινύμενοι κρέα τ᾽ ἄσπετα καὶ μέθυ ἡδύ.

διόπερ καὶ Ὀδυσσεὺς τρυφὴν καὶ λαγνείαν τέλος τοῦ βίου παρὰ τῷ Ἀλκινόῳ τίθεται.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Charles Burton Gulick, 1927)
hide References (5 total)
  • Cross-references from this page (5):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: