previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἐγὼ γάρ, ἄνδρες σύσσιτοι, οὐ κατὰ τὰς Μεταγένους Αὔρας τὸν Ἀρισταγόρου Μαμμάκυθον I 705 K' '
ὑμῖν ὀρχηστρίδας εἶπον ἑταίρας
ὡραίας πρότερον, νῦν δ᾽ οὐχ ὑμῖν ἀγορεύω
ἄρτι χνοαζούσας αὐλητρίδας, αἵ τε τάχιστα
ἀνδρῶν φορτηγῶν ὑπὸ γούνατα μισθοῦ ἔλυσαν,
ἀλλὰ περὶ τῶν ὄντως ἑταιρῶν τὸν λόγον πεποίημαι, τουτέστιν τῶν φιλίαν ἄδολον συντηρεῖν δυναμένων, ἃς Κύνουλκος τολμᾷ λοιδορεῖν, <τὰς> μόνας τῶν ἄλλων γυναικῶν τῷ τῆς φιλίας ὀνόματι προσηγορευμένας [ἢ] ἀπὸ τῆς παρὰ τοῖς Ἀθηναίοις καλουμένης Ἑταίρας [τῆς] Ἀφροδίτης. περὶ ἧς φησιν Ἀθηναῖος Ἀπολλόδωρος ἐν τοῖς περὶ Θεῶν FHG I 431' 'οὕτως. ‘Ἑταίραν δὲ τὴν Ἀφροδίτην τὴν τοὺς ἑταίρους καὶ τὰς ἑταίρας συνάγουσαν: τοῦτο δ᾽ ἐστὶν φίλας.' καλοῦσι γοῦν καὶ αἱ ἐλεύθεραι γυναῖκες ἔτι καὶ νῦν καὶ αἱ παρθένοι τὰς συνήθεις καὶ φίλας ἑταίρας, ὡς Σαπφώ fr. 11 B4':'
τάδε νῦν ἑταίραις
ταῖς ἐμαῖσι τερπνὰ καλῶς ἀείσω.
καὶ ἔτι fr. 31':'
Λατὼ καὶ Νιόβα μάλα μὲν φίλαι ἦσαν ἑταῖραι.
καλοῦσι δὲ καὶ τὰς μισθαρνούσας ἑταίρας καὶ τὸ ἐπὶ συνουσίαις μισθαρνεῖν ἑταιρεῖν, οὐκ ἔτι πρὸς τὸ ἔτυμον ἀναφέροντες, ἀλλὰ πρὸς τὸ εὐσχημονέστερον, καθὸ δὴ καὶ Μένανδρος ἐν Παρακαταθήκῃ ἀπὸ τῶν ἑταιρῶν τοὺς ἑταίρους διαστέλλων φησί III 110 K':'
πεποιήκατ᾽ ἔργον οὐχ ἑταίρων γὰρ
<... ἀλλ᾽ ἑταιρῶν>: ταὐτὰ δ᾽ ὄντα γράμματα
τὴν προσαγόρευσιν οὐ σφόδρ᾽ εὔσχημον ποιεῖ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: