previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Γναθαίνης δὲ πολλὰς ἀποκρίσεις ἀνέγραψεν Λυγκεύς. παρασίτου γάρ τινος ὑπὸ γραὸς τρεφομένου καὶ τὸ σῶμα εὖ ἔχοντος, ‘χαριέντως γ᾽, ἔφη, νεανίσκε, τὸ σωμάτιον διάκεισαι.' ‘τί οὖν οἴει, εἰ μὴ ἐδευτεροκοίτουν;τῷ λιμῷ ἄν, ἔφη, ἀπέθανες.' Παυσανίου δὲ τοῦ Λάκκου ὀρχουμένου καὶ εἰς κάδον τινὰ ἐμπεσόντος, ‘ λάκκος, ἔφη, εἰς τὸν κάδον ἐμπέπτωκεν.' ἐπιδόντος δέ τινος οἶνον ἐν ψυκτηριδίῳ μικρὸν καὶ εἰπόντος ὅτι ἑκκαιδεκαέτης, ‘μικρός γε, ἔφη, ὡς τοσούτων ἐτῶν.' νεανίσκων δέ τινων παρὰ πότον ὑπὲρ αὐτῆς τυπτόντων ἑαυτοὺς ἔφη πρὸς τὸν ἡττώμενονθάρρει, παιδίον: οὐ γὰρ στεφανίτης ἀγών ἐστιν, ἀλλ᾽ ἀργυρίτης.' ὡς δ᾽ τὴν μνᾶν τῇ θυγατρὶ δοὺς αὐτῆς οὐδὲν ἔτι ἔφερεν, ἀλλ᾽ ἐφοίτα μόνον, ‘παιδίον, ἔφη, ὥσπερ πρὸς Ἱππόμαχον τὸν παιδοτρίβην μνᾶν δοὺς οἴει αἰεὶ φοιτήσειν; Φρύνης δὲ πικρότερον εἰπούσης αὐτῇεἰ δὲ λίθον, ἔφη, εἶχεσ᾽, ‘ἀποψήσασθαι ἄν σοι ἔδωκα.' ἐτύγχανεν δὲ μὲν αἰτίαν ἔχουσα λιθιᾶν, δὲ κοιλίαν προπετεστέραν ἔχειν. τῶν δὲ πινόντων παρ᾽ αὐτῇ συμβαλλομένων εἰς βολβοφακῆν καὶ τῆς παιδίσκης ἐν τῷ καθαίρειν εἰς τὸν κόλπον ἐμβαλλομένης τῶν φακῶν, Γνάθαινα ἔφηκολποφακῆν διανοεῖται ποιεῖν.' Ἀνδρονίκου δὲ τοῦ τραγῳδοῦ ἀπ᾽ ἀγῶνός τινος, ἐν τοὺς Ἐπιγόνους εὐημερήκει, πίνειν μέλλοντος παρ᾽ αὐτῇ καὶ τοῦ παιδὸς κελεύοντος τὴν Γνάθαιναν προαναλῶσαι fr. ad. 2 N' '‘ὀλόμενε παίδων, ἔφη, ποῖον εἴρηκας λόγον.' πρὸς δὲ ἀδολέσχην τινὰ διηγούμενον ὅτι παραγέγονεν ἀφ᾽ Ἑλλησπόντουπῶς οὖν, φησίν, εἰς τὴν πρώτην πόλιν οὐχ ἧκες τῶν ἐκεῖ; τοῦ δ᾽ εἰπόντοςεἰς ποίαν;εἰς Σίγειον᾽ εἶπεν. εἰσελθόντος δέ τινος ὡς αὐτὴν καὶ ἰδόντος ἐπί τινος ἀγγείου ᾠὰ εἰπόντος τεὠμὰ ταῦτα, Γνάθαινα, ἑφθά;ἔγχαλκα, ἔφη, παιδίον.' Χαιρεφῶντος δ᾽ ἀκλήτου ἐπὶ δεῖπνον ἐλθόντος, προπιοῦσα ποτήριον αὐτῷ Γνάθαιναλαβέ, ἔφησεν, ὑπερήφανε.' καὶ ὃςἐγὼ ὑπερήφανος;τίς δὲ μᾶλλον᾽, εἶπεν Γνάθαινα, ‘ὃς οὐδὲ καλούμενος ἔρχῃ; Νικὼ δὲ Αἲξ ἐπικαλουμένη, φησὶν Λυγκεύς, παρασίτου τινὸς ἀπαντήσαντος λεπτοῦ ἐξ ἀρρωστίας, ‘ὡς ἰσχνόσ᾽ ἔφη. ‘τί γὰρ οἴει με ἐν τρισὶν ἡμέραις καταβεβρωκέναι;ἤτοι τὴν λήκυθον, ἔφη, τὰ ὑποδήματα.'

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load focus English (C. D. Yonge, B.A., 1854)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: