previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Μετάνειρα δὲ ἑταίρα, Δημοκλέους τοῦ παρασίτου Λαγυνίωνος ἐπίκλην καταπεσόντος ἔν τινι κονιάματι, ‘καὶ γὰρ σύ, φησί, σαυτὸν ἔδωκας οὗ ψῆφοι εἰσίν.' διαπηδῶντος δ᾽ αὐτοῦ ἐπὶ τὴν πλησίον κλίνηνπρόσεχε, φησί, μὴ ἀνατραπῇς.' τοῦτο ἱστορεῖ Ἡγήσανδρος FHG IV 419'.' Ἀριστόδημος δ᾽ ἐν δευτέρῳ Γελοίων ἈπομνημονευμάτωνΓνάθαιναν, φησί, δύο ἐμισθώσαντο, στρατιώτης καὶ μαστιγίας: ἀναγωγότερον οὖν τοῦ στρατιώτου λάκκον αὐτὴν εἰπόντοςπῶς; ἔφησεν: ὅτι δύο ποταμοὶ ἐμβάλλετέ μοι, Λύκος καὶ Ἐλεύθερος; ἐπὶ δὲ τὴν θυγατέρα τῆς Γναθαίνης πτωχῶν ἐραστῶν κωμαζόντων καὶ ἀπειλούντων κατασκάψειν τὴν οἰκίαν: ἐνηνοχέναι γὰρ δικέλλας <καὶ> ἄμας, ‘εἰ ταῦτ᾽ εἴχεθ᾽ ὑμεῖς,' εἶπεν Γνάθαινα, ‘ἐνέχυρα θέντες τὸ μίσθωμα ἂν ἀπεστείλατε.' ἐμμελὴς δ᾽ ἦν πάνυ Γνάθαινα καὶ οὐκ ἀνάστειος ἀποφθέγξασθαι: ἥτις καὶ νόμον συσσιτικὸν συνέγραψεν, καθ᾽ ὃν δεῖ τοὺς ἐραστὰς ὡς αὐτὴν καὶ τὴν θυγατέρα εἰσιέναι, κατὰ ζῆλον τῶν τὰ τοιαῦτα συνταξαμένων φιλοσόφων. ἀνέγραψε δ᾽ αὐτὸν Καλλίμαχος ἐν τῷ τρίτῳ πίνακι τῶν Νόμων fr. 100 25 Sch' 'καὶ ἀρχὴν αὐτοῦ τήνδε παρέθετο: ‘ὅδε νόμος ἴσος ἐγράφη καὶ ὅμοιος,' στίχων τριακοσίων εἴκοσι τριῶν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: