previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἐπεὶ δὲ καὶ τῶν πολιτικῶν οἶδά τινας μνημονεύοντας αὐτῶν κατηγοροῦντας ἀπολογουμένους, μνησθήσομαι καὶ τούτων. Δημοσθένης μὲν γὰρ ἐν τῷ κατὰ Ἀνδροτίωνος 56' 'Σινώπης μέμνηται καὶ Φανοστράτης. καὶ περὶ μὲν τῆς Σινώπης Ἡρόδικος Κρατήτειος ἐν #2# Κωμῳδουμένων φησὶν ὅτι Ἄβυδος ἐλέγετο διὰ τὸ γραῦς εἶναι. μνημονεύει δ᾽ αὐτῆς Ἀντιφάνης ἐν Ἀρκάδι II 27 K' 'καὶ ἐν Κηπουρῷ ib. 57',' ἐν Ἀκεστρίᾳ ib. 18',' ἐν Ἁλιευομένῃ ib. 20, 12',' ἐν Νεοττίδι ib. 80',' καὶ Ἄλεξις ἐν Κλεοβουλίνῃ ib. 333' 'καὶ Καλλικράτης ἐν Μοσχίωνι ib. 416'.' περὶ δὲ τῆς Φανοστράτης Ἀπολλόδωρός φησιν ἐν τῷ περὶ τῶν Ἀθήνησιν Ἑταιρίδων ὅτι Φθειροπύλη ἐπεκαλεῖτο, ἐπειδήπερ ἐπὶ τῆς θύρας ἑστῶσα ἐφθειρίζετο. Ὑπερείδης δ᾽ ἐν τῷ κατὰ Ἀρισταγόρας φησί fr. 28 Bl':' ‘καὶ πάλιν τὰς Ἀφύας καλουμένας τὸν αὐτὸν τρόπον ἐκαλέσατε.' ἑταιρῶν ἐπωνυμίαι αἱ ἀφύαι, περὶ ὧν προειρημένος Ἀπολλόδωρός φησι: ‘Σταγόνιον καὶ Ἄνθις ἀδελφαί: αὗται Ἀφύαι ἐκαλοῦντο, ὅτι λευκαὶ καὶ λεπταὶ οὖσαι τοὺς ὀφθαλμοὺς μεγάλους εἶχον.' Ἀντιφάνης δὲ ἐν τῷ περὶ Ἑταιρῶν Νικοστρατίδα φησὶν Ἀφύην κληθῆναι διὰ τὴν αὐτὴν αἰτίαν. δ᾽ αὐτὸς Ὑπερείδης ἐν τῷ κατὰ Μαντιθέου αἰκίας περὶ Γλυκέρας τάδε λέγει fr. 124 Bl':' ‘ἄγων Γλυκέραν τε τὴν Θαλασσίδος, ζεῦγος ἔχων.' ἄδηλον εἰ αὕτη ἐστὶν Ἁρπάλῳ συνοῦσα: περὶ ἧς φησιν Θεόπομπος ἐν τοῖς περὶ τῆς Χίας Ἐπιστολῆς FHG I 325',' ὅτι μετὰ τὸν τῆς Πυθιονίκης θάνατον Ἅρπαλος μετεπέμψατο τὴν Γλυκέραν Ἀθήνηθεν: ἣν καὶ ἐλθοῦσαν οἰκεῖν ἐν τοῖς βασιλείοις τοῖς ἐν Ταρσῷ καὶ προσκυνεῖσθαι ὑπὸ τοῦ πλήθους βασίλισσαν προσαγορευομένην: ἀπειρῆσθαί τε πᾶσι μὴ στεφανοῦν Ἅρπαλον, ἐὰν μὴ καὶ Γλυκέραν στεφανῶσιν. ἐν Ῥωσσῷ δὲ καὶ εἰκόνα χαλκῆν αὐτῆς ἱστάναι τολμῆσαι παρὰ τὴν ἑαυτοῦ. τὰ ὅμοια δ᾽ εἴρηκε καὶ Κλείταρχος ἐν ταῖς περὶ Ἀλέξανδρον Ἱστορίαις fr. 21 M'.' δὲ γράψας τὸν Ἀγῆνα τὸ σατυρικὸν δραμάτιον, εἴτε Πύθων ἐστὶν Καταναῖος αὐτὸς βασιλεὺς Ἀλέξανδρος, φησίν p. 810 N ed.':'
καὶ μὴν ἀκούω μυριάδας τὸν Ἅρπαλον
αὐτοῖσι τῶν Ἀγῆνος οὐκ ἐλάττονας
σίτου παραπέμψαι καὶ πολίτην γεγονέναι.
Β. Γλυκέρας σῖτος οὗτος ἦν: ἔσται δ᾽ ἴσως
αὐτοῖσιν ὀλέθρου κοὐχ ἑταίρας ἀρραβών.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: