previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἐνδόξους δὲ ἑταίρας καὶ ἐπὶ κάλλει διαφερούσας ἤνεγκεν καὶ Ναύκρατις: Δωρίχαν τε, ἣν καλὴ Σαπφὼ ἐρωμένην γενομένην Χαράξου τοῦ ἀδελφοῦ αὐτῆς κατ᾽ ἐμπορίαν εἰς τὴν Ναύκρατιν ἀπαίροντος διὰ τῆς ποιήσεως διαβάλλει fr. 138 B4' 'ὡς πολλὰ τοῦ Χαράξου νοσφισαμένην. Ἡρόδοτος δ᾽ αὐτὴν Ῥοδῶπιν καλεῖ II 135',' ἀγνοῶν ὅτι ἑτέρα τῆς Δωρίχης ἐστὶν αὕτη, καὶ τοὺς περιβοήτους ὀβελίσκους ἀναθεῖσα ἐν Δελφοῖς, ὧν μέμνηται Κρατῖνος διὰ τούτων I 110 K' '... εἰς δὲ τὴν Δωρίχαν τόδ᾽ ἐποίησε τοὐπίγραμμα Ποσείδιππος, [καίτοι] καὶ ἐν τῇ Αἰθιοπίᾳ πολλάκις αὐτῆς μνημονεύσας. ἐστὶ <δὲ> τόδε:
Δωρίχα, ὀστέα μὲν σὰ πάλαι κόνιν, ἕσσατο δ᾽ ἑσμὸς
χαίτης τε μύρων ἔκπνοος ἀμπεχόνη,
ποτε τὸν χαρίεντα περιστέλλουσα Χάραξον
σύγχρους ὀρθρινῶν ἥψαο κισσυβίων.
Σαπφῷαι δὲ μένουσι φίλης ἔτι καὶ μενέουσιν
ᾠδῆς αἱ λευκαὶ φθεγγόμεναι σελίδες.
οὔνομα σὸν μακαριστόν, Ναύκρατις ὧδε φυλάξει,
ἔστ᾽ ἂν ἴῃ Νείλου ναῦς ἐφ᾽ ἁλὸς πελάγη.
καὶ Ἀρχεδίκη δ᾽ ἦν ἐκ τῆς Ναυκράτεως καὶ αὐτὴ ἑταίρα καλή. φιλεῖ γάρ πως Ναύκρατις, ὡς Ἡρόδοτός φησιν l. s',' ἐπαφροδίτους ἔχειν τὰς ἑταίρας.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: