previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

παρὰ δὲ Σπαρτιάταις, ὡς Ἅγνων φησὶν Ἀκαδημαικός, πρὸ τῶν γάμων ταῖς παρθένοις ὡς παιδικοῖς νόμος ἐστὶν ὁμιλεῖν. καὶ γὰρ νομοθέτης Σόλων ἔφη fr. 25':'
μηρῶν ἱμείρων καὶ γλυκεροῦ στόματος.
Αἰσχύλος τε καὶ Σοφοκλῆς ἀναφανδὸν ἔφασαν, μὲν Μυρμιδόσιν fr. 135 N':'
σέβας δὲ μηρῶν ἁγνὸν οὐκ ἐπῃδέσω,
δυσχάριστε τῶν πυκνῶν φιλημάτων,
δ᾽ ἐν Κολχίσιν περὶ Γανυμήδους τὸν λόγον ποιούμενος fr. 320':'
μηροῖς ὑπαίθων τὴν Διὸς τυραννίδα.
οὐκ ἀγνοῶ δὲ ὅτι τὰ περὶ Κρατῖνον καὶ Ἀριστόδημον πεπλάσθαι φησὶν Πολέμων περιηγητὴς ἐν ταῖς πρὸς τὸν Νεάνθην Ἀντιγραφαῖς fr. 53 Pr'.' ὑμεῖς δέ, Κύνουλκε, τὰς διηγήσεις ταύτας, κἂν ψευδεῖς ὦσιν, ἀληθεῖς εἶναι πιστεύετε, καὶ τὰ τοιαῦτα τῶν ποιημάτων περὶ τοὺς παιδικούς ἐστιν ἔρωτας ἡδέως μελετᾶτε .... τοῦ παιδεραστεῖν παρὰ πρώτων Κρητῶν εἰς τοὺς Ἕλληνας παρελθόντος, ὡς ἱστορεῖ Τίμαιος FHG I 201'.' ἄλλοι δέ φασι τῶν τοιούτων ἐρώτων κατάρξασθαι Λάιον ξενωθέντα παρὰ Πέλοπι καὶ ἐρασθέντα τοῦ υἱοῦ αὐτοῦ Χρυσίππου, ὃν καὶ ἁρπάσαντα καὶ ἀναθέμενον εἰς ἅρμα εἰς Θήβας φυγεῖν. Πράξιλλα δ᾽ Σικυωνία ὑπὸ Διός φησιν fr. 6 B4' 'ἁρπασθῆναι τὸν Χρύσιππον. καὶ Κελτοὶ δὲ τῶν βαρβάρων καίτοι καλλίστας ἔχοντες γυναῖκας παιδικοῖς μᾶλλον χαίρουσιν: ὡς πολλάκις ἐνίους ἐπὶ ταῖς δοραῖς μετὰ δύο ἐρωμένων ἀναπαύεσθαι. Πέρσας δὲ παρ᾽ Ἑλλήνων φησὶν Ἡρόδοτος I 135' 'μαθεῖν τὸ παισὶν χρῆσθαι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load focus English (C. D. Yonge, B.A., 1854)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: