previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

καὶ ᾠδῆς δὲ ὀνομασίας καταλέγει Τρύφων τάσδε fr. 113':' ‘ἱμαῖος ἐπιμύλιος καλουμένη, ἣν παρὰ τοὺς ἀλέτους ᾖδον, ἴσως ἀπὸ τῆς ἱμαλίδος. ἱμαλὶς δ᾽ ἐστὶν παρὰ Δωριεῦσιν νόστος καὶ τὰ ἐπίμετρα τῶν ἀλεύρων. δὲ τῶν ἱστουργῶν ᾠδὴ αἴλινος, ὡς Ἐπίχαρμος ἐν Ἀταλάνταις ἱστορεῖ p. 294 L'.' δὲ τῶν ταλασιουργῶν ἴουλος.' Σῆμος δ᾽ Δήλιος ἐν τῷ περὶ Παιάνων φησί FHG IV 495':' ‘τὰ δράγματα τῶν κριθῶν αὐτὰ καθ᾽ αὑτὰ προσηγόρευον ἀμάλας: συναθροισθέντα δὲ καὶ ἐκ πολλῶν μίαν γενόμενα δέσμην οὔλους καὶ ἰούλους: καὶ τὴν Δήμητρα ὁτὲ μὲν Χλόην, ὁτὲ δὲ Ἰουλώ. ἀπὸ τῶν οὖν τῆς Δήμητρος εὑρημάτων τούς τε καρποὺς καὶ τοὺς ὕμνους τοὺς εἰς τὴν θεὸν οὔλους καλοῦσι καὶ ἰούλους.' δημήτρουλοι καὶ καλλίουλοι. καὶ
πλεῖστον οὖλον οὖλον ἵει, ἴουλον ἵει c. pop. 1 B'
ἄλλοι δέ φασιν ἐριουργῶν εἶναι τὴν ᾠδήν. αἱ δὲ τῶν τιτθευουσῶν ᾠδαὶ καταβαυκαλήσεις ὀνομάζονται. ἦν δὲ καὶ ἐπὶ ταῖς ἐώραις τις ἐπ᾽ Ἠριγόνῃ, ἣν καὶ ἀλῆτιν λέγουσιν, ᾠδή. Ἀριστοτέλης γοῦν ἐν τῇ Κολοφωνίων Πολιτείᾳ φησίν fr. 467 R':' ‘ἀπέθανεν δὲ καὶ αὐτὸς Θεόδωρος ὕστερον βιαίῳ θανάτῳ. λέγεται δὲ γενέσθαι τρυφῶν τις, ὡς ἐκ τῆς ποιήσεως δῆλόν ἐστιν. ἔτι γὰρ καὶ νῦν αἱ γυναῖκες ᾁδουσιν αὐτοῦ μέλη περὶ τὰς ἐώρας.' δὲ τῶν θεριστῶν ᾠδὴ Λιτυέρσης καλεῖται. καὶ τῶν μισθωτῶν δέ τις ἦν ᾠδὴ τῶν ἐς τοὺς ἀγροὺς φοιτώντων, ὡς Τηλεκλείδης φησὶν ἐν Ἀμφικτύοσιν I 212 K':' καὶ βαλανέων ἄλλαι, ὡς Κράτης ἐν Τόλμαις ibid. 141':' καὶ τῶν πτισσουσῶν ἄλλη τις, ὡς Ἀριστοφάνης ἐν Θεσμοφοριαζούσαις ib. 481' 'καὶ Νικοχάρης ἐν Ἡρακλεῖ Χορηγῷ ib. 771'.' ἦν δὲ καὶ τοῖς ἡγουμένοις τῶν βοσκημάτων βουκολιασμὸς καλούμενος. Δίομος δ᾽ ἦν βουκόλος Σικελιώτης πρῶτος εὑρὼν τὸ εἶδος: μνημονεύει δ᾽ αὐτοῦ Ἐπίχαρμος ἐν Ἁλκυόνι p. 220 L' 'καὶ ἐν Ὀδυσσεῖ Ναυαγῷ p. 248'.' δ᾽ ἐπὶ τοῖς θανάτοις καὶ λύπαις ᾠδὴ ὀλοφυρμὸς καλεῖται. αἱ δὲ ἴουλοι καλούμεναι ᾠδαὶ Δήμητρι καὶ Φερσεφόνῃ πρέπουσι. δὲ εἰς Ἀπόλλωνα ᾠδὴ φιληλιάς, ὡς Τελέσιλλα παρίστησιν fr. 2 B':' οὔπιγγοι δὲ αἱ εἰς Ἄρτεμιν. ᾔδοντο δὲ Ἀθήνησι καὶ οἱ Χαρώνδου νόμοι παρ᾽ οἶνον, ὡς Ἕρμιππός φησιν ἐν ἕκτῳ περὶ Νομοθετῶν FHG III 37'.' Ἀριστοφάνης δ᾽ ἐν Ἀττικαῖς φησιν Λέξεσιν p. 184 N':' ‘ἱμαῖος ᾠδὴ μυλωθρῶν: ἐν δὲ γάμοις ὑμέναιος: ἐν δὲ πένθεσιν ἰάλεμος. λίνος δὲ καὶ αἴλινος οὐ μόνον ἐν πένθεσιν, ἀλλὰ καὶἐπ᾽ εὐτυχεῖ μολπᾷ᾽ κατὰ τὸν Εὐριπίδην Herc. 348'.'

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load focus English (C. D. Yonge, B.A., 1854)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: