previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

παρὰ δὲ Λακεδαιμονίοις κωμικῆς παιδιᾶς ἦν τις τρόπος παλαιός, ὥς φησι Σωσίβιος FHG II 627',' οὐκ ἄγαν σπουδαῖος, ἅτε δὴ κἀν τούτοις τὸ λιτὸν τῆς Σπάρτης μεταδιωκούσης. ἐμιμεῖτο γάρ τις ἐν εὐτελεῖ τῇ λέξει κλέπτοντάς τινας ὀπώραν ξενικὸν ἰατρὸν τοιαυτὶ λέγοντα, ὡς Ἄλεξις ἐν Μανδραγοριζομένῃ διὰ τούτων παρίστησιν II 348 K':'
ἐὰν ἐπιχώριος
ἰατρὸς εἴπῃτρυβλίον τούτῳ δότε
πτισάνης ἕωθεν᾽, καταφρονοῦμεν εὐθέως:
ἂν δὲ πτισάναν καὶ τρυβλίον, θαυμάζομεν.
καὶ πάλιν ἐὰν μὲν τευτλίον, παρείδομεν:
ἐὰν δὲ σεῦτλον, ἀσμένως ἠκούσαμεν,
ὡς οὐ τὸ σεῦτλον ταὐτὸν ὂν τῷ τευτλίῳ.
ἐκαλοῦντο δ᾽ οἱ μετιόντες τὴν τοιαύτην παιδιὰν παρὰ τοῖς Λάκωσι δικηλισταί, ὡς ἄν τις σκευοποιοὺς εἴπῃ καὶ μιμητάς. τοῦ δὲ εἴδους τῶν δικηλιστῶν πολλαὶ κατὰ τόπους εἰσὶ προσηγορίαι. Σικυώνιοι μὲν γὰρ φαλλοφόρους αὐτοὺς καλοῦσιν, ἄλλοι δ᾽ αὐτοκαβδάλους, οἳ δὲ φλύακας, ὡς Ἰταλοί, σοφιστὰς δὲ οἱ πολλοί: Θηβαῖοι δὲ καὶ τὰ πολλὰ ἰδίως ὀνομάζειν εἰωθότες ἐθελοντάς. ὅτι δὲ καινουργοῦσιν κατὰ τὰς φωνὰς οἱ Θηβαῖοι Στράττις ἐπιδείκνυσιν ἐν Φοινίσσαις διὰ τούτων I 725 K':'
ξυνίετ᾽ οὐδέν, πᾶσα Θηβαίων πόλις,
οὐδέν ποτ᾽ ἀλλ᾽ πρῶτα μὲν τὴν σηπίαν
ὀπιτθοτίλαν, ὡς λέγουσ᾽, ὀνομάζετε:
τὸν ἀλεκτρυόνα δ᾽ ὀρτάλιχον, τὸν ἰατρὸν δὲ
σάκταν, βέφυραν [δὲ] τὴν γέφυραν, τῦκα δὲ
τὰ σῦκα, κωτιλάδας δὲ τὰς χελιδόνας,
τὴν ἔνθεσιν δ᾽ ἄκολον, τὸ γελᾶν δὲ κριδδέμεν,
νεασπάτωτον δ᾽, ἤν τι νεοκάττυτον .

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load focus English (C. D. Yonge, B.A., 1854)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: