previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Ἀγίας δ᾽ μουσικὸς ἔφη FHG IV 293' 'τὸν στύρακα τὸν ἐν ταῖς ὀρχήστραις θυμιώμενον τοῖς Διονυσίοις φρύγιον ποιεῖν ὀδμὴν τοῖς αἰσθανομένοις.
τὸ δ᾽ ἀρχαῖον μουσικὴ ἐπ᾽ ἀνδρείαν προτροπὴ
ἦν. Ἀλκαῖος γοῦν ποιητής, εἴ τις καὶ ἄλλος μουσικώτατος γενόμενος, πρότερα τῶν κατὰ ποιητικὴν τὰ κατὰ τὴν ἀνδρείαν τίθεται, μᾶλλον τοῦ δέοντος πολεμικὸς γενόμενος. διὸ καὶ ἐπὶ τοῖς τοιούτοις σεμνυνόμενός φησιν fr. 15 B4':'
μαρμαίρει δὲ μέγας δόμος χαλκῷ: πᾶσα δ᾽ Ἄρῃ κεκόσμηται στέγη
λαμπραῖσιν κυνίαισι, κὰτ τᾶν λευκοὶ καθύπερθεν
ἵππιοι λόφοι
νεύουσιν, κεφαλαῖσιν ἀνδρῶν ἀγάλματα: χάλκιαι δὲ
πασσάλοις
κρυπτοῖσιν περικείμεναι λαμπραὶ κναμίδες, ἄρκος
ἰσχυρῶ βέλευς:
θόρρακές τε νέω λίνω, κόιλαι τε κατ᾽ ἀσπίδες βεβλημέναι.
πὰρ δὲ Χαλκιδικαὶ σπάθαι, πὰρ δὲ ζώματα πολλὰ
καὶ κυπαττίδες.
τῶν οὐκ ἔστι λαθέσθ᾽, ἐπειδὴ πρώτισθ᾽ ὑπὸ ἔργον
ἕσταμεν τόδε.
καίτοι μᾶλλον ἴσως ἥρμοττε τὴν οἰκίαν πλήρη εἶναι μουσικῶν ὀργάνων. ἀλλ᾽ οἱ παλαιοὶ τὴν ἀνδρείαν ὑπελάμβανον εἶναι μεγίστην τῶν πολιτικῶν ἀρετῶν, καὶ ταύτῃ τὰ πολλὰ προσνέμειν ... οὐ τοῖς ἄλλοις. Ἀρχίλοχος γοῦν ἀγαθὸς ὢν ποιητὴς πρῶτον ἐκαυχήσατο τῷ δύνασθαι μετέχειν τῶν πολιτικῶν ἀγώνων, δεύτερον δὲ ἐμνήσθη τῶν περὶ τὴν ποιητικὴν ὑπαρχόντων αὐτῷ, λέγων fr. 1 B':'
εἰμὶ δ᾽ ἐγὼ θεράπων μὲν Ἐνυαλίοιο ἄνακτος,
καὶ Μουσέων ἐρατὸν δῶρον ἐπιστάμενος.
ὁμοίως δὲ καὶ Αἰσχύλος τηλικαύτην δόξαν ἔχων διὰ τὴν ποιητικὴν οὐδὲν ἧττον ἐπὶ τοῦ τάφου ἐπιγραφῆναι ἠξίωσεν μᾶλλον τὴν ἀνδρείαν, ποιήσας fr. 4 B':'
ἀλκὴν δ᾽ εὐδόκιμον Μαραθώνιον ἄλσος ἂν εἴποι
καὶ βαθυχαῖταί κεν Μῆδοι ἐπιστάμενοι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load focus English (C. D. Yonge, B.A., 1854)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: