previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

διόπερ καὶ οἱ ἀνδρειότατοι Λακεδαιμόνιοι μετ᾽ αὐλῶν στρατεύονται, Κρῆτες δὲ μετὰ λύρας, μετὰ δὲ συρίγγων καὶ αὐλῶν Λυδοί, ὡς Ἡρόδοτος ἱστορεῖ I 17'.' πολλοὶ δὲ καὶ τῶν βαρβάρων τὰς ἐπικηρυκείας ποιοῦνται μετ᾽ αὐλῶν καὶ κιθάρας, καταπραύνοντες τῶν ἐναντίων τὰς ψυχάς. Θεόπομπος δ᾽ ἐν τεσσαρακοστῇ ἕκτῃ τῶν Ἱστοριῶν FHG I 319' '‘Γέται, φησί, κιθάρας ἔχοντες καὶ κιθαρίζοντες τὰς ἐπικηρυκείας ποιοῦνται.' ὅθεν ἔοικεν καὶ Ὅμηρος διατηρῶν τὴν ἀρχαίαν τῶν Ἑλλήνων κατάστασιν λέγειν Od. 8.99 et Od. 17.271':'
φόρμιγγός θ᾽, ἣν δαιτὶ θεοὶ ποίησαν ἑταίρην,
ὡς καὶ τοῖς εὐωχουμένοις χρησίμης οὔσης τῆς τέχνης. ἦν δ᾽ ὡς ἔοικε τοῦτο νενομισμένον, πρῶτον μὲν ὅπως ἕκαστος τῶν εἰς μέθην καὶ πλήρωσιν ὡρμημένων ἰατρὸν λαμβάνῃ τῆς ὕβρεως καὶ τῆς ἀκοσμίας τὴν μουσικήν, εἶθ᾽ ὅτι τὴν αὐθάδειαν πραύνει: περιαιρουμένη γὰρ τὴν στυγνότητα ποιεῖ πρᾳότητα καὶ χαρὰν ἐλευθέριον, ὅθεν καὶ Ὅμηρος εἰσήγαγε τοὺς θεοὺς χρωμένους ἐν τοῖς πρώτοις τῆς Ἰλιάδος τῇ μουσικῇ. μετὰ γὰρ τὴν περὶ τὸν Ἀχιλλέα φιλοτιμίαν διετέλουν [γὰρ] ἀκροώμενοι

φόρμιγγος περικαλλέος, ἣν ἔχ᾽ Ἀπόλλων,
Μουσάων <θ᾽>, αἳ ἄειδον ἀμειβόμεναι ὀπὶ καλῇ.

παύσασθαι γὰρ ἔδει τὰ νείκη καὶ τὴν στάσιν, καθάπερ ἐλέγομεν. ἐοίκασιν οὖν οἱ πολλοὶ τὴν ἐπιστήμην ἀποδιδόναι ταῖς συνουσίαις ἐπανορθώσεως χάριν καὶ ὠφελείας: ἀλλὰ μὴν οἱ ἀρχαῖοι καὶ περιέλαβον ἔθεσι καὶ νόμοις τοὺς τῶν θεῶν ὕμνους ᾁδειν ἅπαντας ἐν ταῖς ἑστιάσεσιν, ὅπως καὶ διὰ τούτων τηρῆται τὸ καλὸν καὶ σωφρονικὸν ἡμῶν. ἐναρμονίων γὰρ ὄντων τῶν ᾀσμάτων προσγινόμενος τῶν θεῶν λόγος ἀποσεμνύνει τὸν ἑκάστων τρόπον. Φιλόχορος δέ φησιν FHG I 387' 'ὡς οἱ παλαιοὶ [σπένδοντες] οὐκ αἰεὶ διθυραμβοῦσιν, ἀλλ᾽ ὅταν σπένδωσι, τὸν μὲν Διόνυσον ἐν οἴνῳ καὶ μέθῃ, τὸν δ᾽ Ἀπόλλωνα μεθ᾽ ἡσυχίας καὶ τάξεως μέλποντες. Ἀρχίλοχος γοῦν φησιν fr. 77 B4':'
ὡς Διωνύσοι᾽ ἄνακτος καλὸν ἐξάρξαι μέλος
οἶδα διθύραμβον, οἴνῳ συγκεραυνωθεὶς φρένας.
καὶ Ἐπίχαρμος δ᾽ ἐν Φιλοκτήτῃ ἔφη p. 254 L':'
οὐκ ἔστι διθύραμβος, ὅκχ᾽ ὕδωρ πίῃς.
ὅτι μὲν οὖν οὐχ ἡδονῆς χάριν ἐπιπολαίου καὶ δημοτικῆς μουσικὴ προῆλθεν κατ᾽ ἀρχὰς εἰς τὰς ἑστιάσεις, ὥσπερ ἔνιοι νομίζουσιν, φανερὸν ἐκ τῶν εἰρημένων. Λακεδαιμόνιοι δ᾽ ὅτι μὲν ἐμάνθανον τὴν μουσικὴν οὐδὲ λέγουσιν: ὅτι δὲ κρίνειν δύνανται καλῶς τὴν τέχνην ὁμολογεῖται παρ᾽ αὐτῶν, καί φασιν τρὶς ἤδη σεσωκέναι διαφθειρομένην αὐτήν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load focus English (C. D. Yonge, B.A., 1854)
hide References (3 total)
  • Cross-references from this page (3):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: