previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἔοικεν δὲ γυμνοπαιδικὴ τῇ καλουμένῃ ἀναπάλῃ παρὰ τοῖς παλαιοῖς. γυμνοὶ γὰρ ὀρχοῦνται οἱ παῖδες πάντες, ἐρρύθμους φοράς τινας ἀποτελοῦντες καὶ σχήματά τινα τῶν χειρῶν κατὰ τὸ ἀνάπαλον, ὥστ᾽ ἐμφαίνειν θεωρήματά τινα τῆς παλαίστρας καὶ τοῦ παγκρατίου, κινοῦντες ἐρρύθμως τοὺς πόδας. τρόποι δ᾽ αὐτῆς οἵ τε ὠσχοφορικοὶ καὶ οἱ βακχικοί, ὥστε καὶ [τὴν ὄρχησιν] ταύτην εἰς τὸν Διόνυσον ἀναφέρεσθαι. Ἀριστόξενος δέ φησιν FHG II 284' 'ὡς οἱ παλαιοὶ γυμναζόμενοι πρῶτον ἐν τῇ γυμνοπαιδικῇ εἰς τὴν πυρρίχην ἐχώρουν πρὸ τοῦ εἰσιέναι εἰς τὸ θέατρον. καλεῖται δ᾽ πυρρίχη καὶ χειρονομία. δ᾽ ὑπορχηματική ἐστιν ἐν ᾁδων χορὸς ὀρχεῖται. φησὶ γοῦν Βακχυλίδης fr. 23 B4':'
οὐχ ἕδρας ἔργον οὐδ᾽ ἀμβολᾶς.
καὶ Πίνδαρος δέ φησιν fr. 112 B4':'
Λάκαινα μὲν παρθένων ἀγέλα.
ὀρχοῦνται δὲ ταύτην παρὰ τῷ Πινδάρῳ οἱ Λάκωνες, καὶ ἐστὶν ὑπορχηματικὴ ὄρχησις ἀνδρῶν καὶ γυναικῶν .... βέλτιστοι δέ εἰσι τῶν τρόπων οἵτινες καὶ ὀρχοῦνται. εἰσὶ δὲ οἵδε: προσοδιακοί, ἀποστολικοὶ ῾οὗτοι δὲ καὶ παρθένιοι καλοῦνταἰ καὶ οἱ τούτοις ὅμοιοι. τῶν γὰρ ὕμνων οἳ μὲν ὠρχοῦντο, οἳ δὲ οὐκ ὠρχοῦντο .... τοὺς εἰς Ἀφροδίτην καὶ Διόνυσον, καὶ τὸν παιᾶνα δὲ ὁτὲ μὲν ὁτὲ δὲ οὔ. εἰσὶ δὲ καὶ παρὰ τοῖς βαρβάροις ὥσπερ καὶ παρὰ τοῖς Ἕλλησι σπουδαῖαι καὶ φαῦλαι ὀρχήσεις. μὲν κόρδαξ παρ᾽ Ἕλλησι φορτικός, δὲ ἐμμέλεια σπουδαία, καθάπερ καὶ παρὰ Ἀρκάσι κίδαρις, παρὰ Σικυωνίοις τε ἀλητήρ. οὕτως δὲ καὶ ἐν Ἰθάκῃ καλεῖται ἀλητήρ, ὡς ἱστορεῖ Ἀριστόξενος ἐν πρώτῳ Συγκρίσεων FHG II 284'.' καὶ περὶ μὲν ὀρχήσεως τοσαῦτά μοι ἐπὶ τοῦ παρόντος λέλεκται.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: