previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[Τρύφων δέ φησι fr. 136 V' 'τὸ παλαιὸν πρὶν εἰσελθεῖν τοὺς δαιτυμόνας, ἐπὶ τῶν τραπεζῶν κεῖσθαι τὴν ἑκάστου μοῖραν, ὕστερον δὲ πολλά τε καὶ ποικίλα ἐπεισφέρεσθαι διὸ καὶ ἐπιφορήματα κληθῆναι. Φιλύλλιος δ᾽ ἐν Φρεωρύχῳ φησὶν περὶ τῶν δευτέρων τραπεζῶν λέγων:
ἀμυγδάλια, καρύδι᾽, ἐπιφορήματα.
καὶ Ἄρχιππος ἐν Ἡρακλεῖ καὶ Ἡρόδοτος ἐν α#. καὶ ἐπιδορπίσασθαι δ᾽ ἔλεγον τὸ ἐντραγεῖν καὶ ἐπιδειπνῆσαι.] ἅπερ Ἄρχιππος ἐν Ἡρακλεῖ Γαμοῦντι ἐπιφορήματα καλεῖ διὰ τούτων I 680 K':'
ἰτρίοις ἐπιφορήμασί τ᾽
ἄλλοις γέμουσα.
καὶ Ἡρόδοτος δὲ ἐν τῇ πρώτῃ c. 133':' ‘σιτίοις δὲ ὀλίγοισι χρέονται, ἐπιφορήμασι δὲ πολλοῖς.' τὸ μέντοι κατὰ τὴν παροιμίαν λεγόμενονἈβυδηνὸν ἐπιφόρημα᾽ τέλος τί ἐστιν [καὶ] ἐλλιμένιον, ὡς Ἀριστείδης φησὶν ἐν γ# περὶ Παροιμιῶν. Διονύσιος δ᾽ τοῦ Τρύφωνος: ‘τὸ μὲν παλαιὸν πρὶν εἰσελθεῖν τοὺς δαιτυμόνας ἐπὶ τῶν τραπεζῶν κεῖσθαι τὴν ἑκάστου μοῖραν, ὕστερον δὲ πολλὰ <καὶ> ποικίλα ἐπιφέρεσθαι. διὸ καὶ ἐπιφορήματα κληθῆναι.' Φιλύλλιος δ᾽ ἐν Φρεωρύχῳ τὰ ἐπιφερόμενα μετὰ τὸ δειπνῆσαι λέγων ὧδε I 787 K':'
ἀμυγδάλια, καρύδι᾽, ἐπιφορήματα.
Πλάτων δ᾽ ἐν Μενέλεῳ ἐπιτραπεζώματα αὐτὰ καλεῖ οἷον τὰ ἐπιτιθέμενα ταῖς τραπέζαις βρώματα, λέγων οὕτως I 622 K':'
εἰπέ μοι,
ὡς ὀλίγα λοιπὰ τῶν ἐπιτραπεζωμάτων;
Β. γὰρ θεοῖσιν ἐχθρὸς αὐτὰ κατέφαγεν.
Ἀριστοτέλης δ᾽ ἐν τῷ περὶ Μέθης fr. 91 R' 'τὰ τραγήματά φησι λέγεσθαι ὑπὸ τῶν ἀρχαίων τρωγάλια: ὡσεὶ γὰρ ἐπιδορπισμὸν εἶναι. Πίνδαρος δέ ἐστιν εἰπών fr. 124, 3 B4':'
δείπνου δὲ λήγοντος γλυκὺ τρωγάλιον,
καίπερ πεδ᾽ ἄφθονον βοράν.
ὄντως γὰρ κατὰ τὸν Εὐριπίδην ἀποβλέψαντα ἔστιν εἰς τὰ παρακείμενα εἰπεῖν fr. 1052, 3 N':'
ὁρᾷς τὸν εὐτράπεζον ὡς ἡδὺς βίος.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load focus English (C. D. Yonge, B.A., 1854)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: