previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ταῦτα τοῦ Οὐλπιανοῦ διεξελθόντος καὶ πάντων ἀνακακχασάντων ἐπὶ ταῖς Ἀνικίοις ταύταις θέαις ἐγένοντό τινες λόγοι καὶ περὶ τῶν καλουμένων πλάνων: καὶ ἐζητεῖτο εἰ μνήμη τις καὶ περὶ τούτων ἐγένετο παρὰ τοῖς παλαιοτέροις: περὶ γὰρ θαυματοποιῶν ἤδη προειρήκαμεν I p. 20'.' καὶ Μάγνος ἔφη: ‘Διονύσιος μὲν Σινωπεὺς τῆς κωμῳδίας ποιητὴς ἐν τῷ ἐπιγραφομένῳ Ὁμώνυμοι μνημονεύει Κηφισοδώρου τοῦ πλάνου διὰ τούτων II 426 K':'
Κηφισόδωρόν φασιν ἐπικαλούμενον
Πλάνον τιν᾽ ἐν Ἀθήναις γενέσθαι, τὴν σχολὴν
εἰς τοῦτο τὸ μέρος τοῦ βίου καταχρώμενον.
τοῦτον ἐντυχόντα πρὸς τὸ σιμὸν ἀνατρέχειν,
συγκαθεῖναι τηπι τῇ βακτηρίᾳ.
μνημονεύει δ᾽ αὐτοῦ καὶ Νικόστρατος ἐν Σύρῳ II 226 K':'
Κηφισόδωρον οὐ κακῶς μὰ τὸν Δία
τὸν πλάνον φασὶ στενωπὸν εἰς μέσον στῆσαί τινας
ἀγκαλίδας ἔχοντας, ὥστε μὴ παρελθεῖν μηδένα.
Πανταλέοντος δὲ μνημονεύει Θεόγνητος ἐν Φιλοδεσπότῳ III 365 K':'
Πανταλέων μὲν αὐτὸς αὐτοὺς τοὺς ξένους
τούς τ᾽ ἀγνοοῦντας αὐτὸν ἐπλάνα, καὶ σχεδὸν
ἀπεκραιπάλα τὰ πλεῖστα, τοῦ γελάσαι χάριν
ἰδίαν τιν᾽ αὑτῷ θέμενος ἀδολεσχίαν.
καὶ Χρύσιππος δ᾽ φιλόσοφος ἐν ε# περὶ τοῦ Καλοῦ καὶ τῆς Ἡδονῆς περὶ τοῦ Πανταλέοντος τάδε γράφει: ‘ δὲ πλάνος Πανταλέων τελευτᾶν μέλλων ἑκάτερον τῶν υἱῶν κατ᾽ ἰδίαν ἐξηπάτησε, φήσας μόνῳ αὐτῷ λέγειν ὅπου κατωρύχοι τὸ χρυσίον: ὥστε μάτην ὕστερον κοινῇ σκάπτοντας αἰσθέσθαι ἐξηπατημένους."

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: