previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ΣΤΑΙΤΙΤΑΣ πλακοῦς ποιὸς ἐκ σταιτὸς καὶ μέλιτος. μνημονεύει Ἐπίχαρμος ἐν Ἥβας Γάμῳ p. 231 L'.' σταῖς δ᾽ ἐστὶν ὑγρὸν εἰς τήγανον ὑποχεόμενον, μέλιτος ἐπιβαλλομένου καὶ σησάμης καὶ τυροῦ, ὡς Ἰατροκλῆς φησίν.

ΧΑΡΙΣΙΟΣ. τούτου μνημονεύει Ἀριστοφάνης ἐν Δαιταλεῦσιν I 442 K':'

ἐγὼ δ᾽ ἑλὼν
πέμψω πλακοῦντ᾽ <ἐς> ἑσπέραν χαρίσιον.
Εὔβουλος δ᾽ ἐν Ἀγκυλίωνι ὡς περὶ ἄρτου αὐτοῦ ὄντος οὑτωσὶ λέγει II 165 K':'
ἐξεπήδησ᾽ ἀρτίως πέττουσα τὸν χαρίσιον.
ΕΠΙΔΑΙΤΡΟΝ πλακουντῶδες μάζιον ἐπὶ τῷ δείπνῳ
ἐσθιόμενον, ὥς φησι Φιλήμων ἐν τῷ περὶ Ἀττικῶν Ὀνομάτων.

ΝΑΝΟΣ ἄρτος πλακουντώδης διὰ τυροῦ καὶ ἐλαίου σκευαζόμενος.

ΨΩΘΙΑ τὰ ψαθύρια. Φερεκράτης Κραπατάλλοις I 168 K':'

λήψει δ᾽ ἐν Ἅιδου κραπάταλον [τριωβόλου] καὶ ψωθία.
Ἀπολλόδωρος δ᾽ Ἀθηναῖος καὶ Θεόδωρος δ᾽ ἐν Ἀττικαῖς Γλώσσαις τοῦ ἄρτου τὰ ἀποθραυόμενα ψωθία καλεῖσθαι, τινὰς ὀνομάζειν ἀτταράγους.

ΙΤΡΙΟΝ πεμμάτιον λεπτὸν διὰ σησάμου καὶ μέλιτος γινόμενον. μνημονεύει αὐτοῦ Ἀνακρέων οὕτως fr. 17 B':'

ἠρίστησα μὲν ἰτρίου λεπτοῦ <μικρὸν> ἀποκλάς,
οἴνου δ᾽ ἐξέπιον κάδον.
Ἀριστοφάνης Ἀχαρνεῦσιν 1092':'
πλακοῦντες, σησαμοῦντες, ἴτρια.
Σοφοκλῆς Ἔριδι fr. 189 N':'
ἐγὼ δὲ πεινῶσ᾽ αὖ πρὸς ἴτρια βλέπω.
ΑΜΟΡΑΙ. τὰ μελιτώματα Φιλητᾶς ἐν Ἀτάκτοις fr. 34 B'
ἀμόρας φησὶν καλεῖσθαι. μελιτώματα δ᾽ ἐστὶν πεπεμμένα.

ΤΑΓΗΝΙΤΗΣ πλακοῦς ἐν ἐλαίῳ τετηγανισμένος. μνημονεύει Μάγνης <> ποιήσας τὰς εἰς αὐτὸν ἀναφερομένας κωμῳδίας ἐν Διονύσῳ δευτέρῳ I 7 K':'

ταγηνίας ἤδη τεθέασαι χλιαροὺς
σίζοντας, ὅταν αὐτοῖσιν ἐπιχέῃς μέλι;
καὶ Κρατῖνος ἐν Νόμοις ib. 52':'
καὶ δρόσον βάλλων ἕωθεν χλιαρὸς ταγηνίας.
ΕΛΑΦΟΣ πλακοῦς τοῖς Ἐλαφηβολίοις ἀναπλασσόμενος διὰ σταιτὸς καὶ μέλιτος καὶ σησάμου.

ΝΑΣΤΟΣ πλακοῦντος εἶδος, ἔχων ἔνδον καρυκκείας.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load focus English (C. D. Yonge, B.A., 1854)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: