previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

περὶ δὲ ΠΕΡΔΙΚΩΝ τί δεῖ καὶ λέγειν ἐμέ, πλεόνων εἰρημένων ὑφ᾽ ὑμῶν; ἀλλ᾽ οὐ παραλείψω τὸ ἱστορηθὲν ὑπὸ Ἡγησάνδρου ἐν τοῖς Ὑπομνήμασιν FHG IV 421'.' φησὶν γὰρ ὅτι Σάμιοι πλεύσαντες εἰς Σύβαριν καὶ κατασχόντες τὴν Σιρῖτιν χώραν περδίκων ἀναπτάντων καὶ ποιησάντων ψόφον ἐκπλαγέντες ἔφυγον καὶ ἐμβάντες εἰς τὰς ναῦς ἀπέπλευσαν.

περὶ δὲ ΛΑΓΩΝ Χαμαιλέων φησὶν ἐν τῷ περὶ Σιμωνίδου fr. 14 Koep' 'ὡς δειπνῶν παρὰ τῷ Ἱέρωνι Σιμωνίδης, οὐ παρατεθέντος αὐτῷ ἐπὶ τὴν τράπεζαν καθάπερ καὶ τοῖς ἄλλοις λαγωοῦ, ἀλλ᾽ ὕστερον μεταδιδόντος τοῦ Ἱέρωνος, ἀπεσχεδίασεν fr. 170 B':'

οὐδὲ γὰρ <οὐδ᾽> εὐρύς περ ἐὼν ἐξίκετο δεῦρο.
ὄντως δ᾽ ἦν ὡς ἀληθῶς κίμβιξ Σιμωνίδης καὶ αἰσχροκερδής, ὡς Χαμαιλέων φησίν. ἐν Συρακούσαις γοῦν τοῦ Ἱέρωνος ἀποστέλλοντος αὐτῷ τὰ καθ᾽ ἡμέραν λαμπρῶς πωλῶν τὰ πλείω Σιμωνίδης τῶν παρ᾽ ἐκείνου πεμπομένων ἑαυτῷ μικρὸν μέρος ἀπετίθετο. ἐρομένου δέ τινος τὴν αἰτίαν: ‘ὅπως, εἶπεν, τε Ἱέρωνος μεγαλοπρέπεια καταφανὴς καὶ ἐμὴ κοσμιότης.'

ΟΥΘΑΤΟΣ δὲ Τηλεκλείδης ἐν Στερροῖς οὕτως μνημονεύει I 217 K':'

ὡς οὖσα θῆλυς εἰκότως οὖθαρ φέρω.
ὑπογάστριον δ᾽ αὐτὸ ὠνόμασεν Ἀντίδοτος ἐν Μεμψιμοίρῳ II 410 K'.'

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: