previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ΦΙΛΥΡΙΝΟΣ. Ξέναρχος Στρατιώτῃ ib. 473':'
φιλύρας εἶχε γὰρ
παῖς ἀφύλλου στέφανον ἀμφικείμενον.
καλοῦνται δέ τινες καὶ ΕΛΙΚΤΟΙ στέφανοι, ὥσπερ
παρὰ Ἀλεξανδρεῦσι μέχρι καὶ νῦν. μνημονεύει δ᾽ αὐτῶν Χαιρήμων τραγῳδιοποιὸς ἐν Διονύσῳ διὰ τούτων fr. 7 N':'
κισσῷ τε ναρκίσσῳ τε τριέλικας κύκλῳ
στεφάνων ἑλικτῶν ...
περὶ δὲ τῶν ἐν Αἰγύπτῳ αἰεὶ ἀνθούντων στεφάνων
Ἑλλάνικος ἐν τοῖς Αἰγυπτιακοῖς οὕτως γράφει FHG I 66':' ‘πόλις ἐπιποταμίη, Τίνδιον ὄνομα αὐτῇ, θεῶν ὁμήγυρις, καὶ ἱερὸν μέγα καὶ ἁγνὸν ἐν μέσῃ τῇ πόλει λίθινον καὶ θύρετρα λίθινα. ἔσω τοῦ ἱεροῦ ἄκανθαι πεφύκασι λευκαὶ καὶ μέλαιναι. ἐπ᾽ αὐτῇσι στέφανοι ἐπιβέβληνται ἄνω τῆς ἀκάνθου τοῦ ἄνθεος καὶ ῥοιῆς [ἄνθους] καὶ ἀμπέλου πεπλεγμένοι: καὶ οὗτοι αἰεὶ ἀνθέουσι: τοὺς [στεφάνους] ἀπέθεντο οἱ θεοὶ ἐν Αἰγύπτῳ πυθόμενοι βασιλεύειν τὸν Βάβυν, ὅς ἐστι Τυφών.' Δημήτριος δ᾽ ἐν τῷ Περὶ τῶν κατ᾽ Αἴγυπτον FHG IV 383' 'περὶ Ἄβυδον πόλιν τὰς ἀκάνθας ταύτας εἶναί φησιν γράφων οὕτως: ‘ἔχει δὲ κάτω τόπος καὶ ἄκανθάν τινα δένδρον, τὸν καρπὸν φέρει στρογγύλον ἐπί τινων κλωνίων περιφερῶν. ἀνθεῖ δ᾽ οὗτος ὅταν ὥρα , καὶ ἐστὶ τῷ χρώματι τὸ ἄνθος .... καὶ εὐφεγγές. λέγεται δέ τις μῦθος ὑπὸ τῶν Αἰγυπτίων ὅτι οἱ Αἰθίοπες στελλόμενοι εἰς Τροίαν ὑπὸ τοῦ Τιθωνοῦ, ἐπεὶ ἤκουσαν τὸν Μέμνονα τετελευτηκέναι, ἐν τούτῳ <τῷ> τόπῳ τοὺς στεφάνους ἀνέβαλον ἐπὶ τὰς ἀκάνθας. ἐστὶ δὲ παραπλήσια τὰ κλωνία στεφάνοις, ἐφ᾽ ὧν τὸ ἄνθος φύεται.' δὲ προειρημένος Ἑλλάνικος l. s' 'καὶ Ἄμασιν Αἰγύπτου βασιλεῦσαι, ἰδιώτην ὄντα καὶ τῶν τυχόντων κατὰ τὸν πρῶτον βίον, διὰ στεφάνου δωρεάν, ὃν ἔπεμψεν ἀνθέων πλεξάμενος τῇ ὥρᾳ περικαλλεστάτων γενέθλια ἐπιτελοῦντι Πατάρμιδι τῷ τῆς Αἰγύπτου τότε βασιλεύοντι. τοῦτον γὰρ ἡσθέντα τῷ κάλλει τοῦ στεφάνου καὶ ἐπὶ δεῖπνον καλέσαι τὸν Ἄμασιν καὶ μετὰ ταῦτα τῶν φίλων ἕνα αὐτὸν ἔχοντα ἐκπέμψαι ποτὲ καὶ στρατηγόν, Αἰγυπτίων αὐτῷ πολεμούντων: ὑφ᾽ ὧν διὰ τὸ τοῦ Πατάρμιδος μῖσος ἀποφανθῆναι βασιλέα.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load focus English (C. D. Yonge, B.A., 1854)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: