previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

κότταβος δ᾽ ἐκαλεῖτο καὶ τὸ τιθέμενον ἆθλον τοῖς νικῶσιν ἐν τῷ πότῳ, ὡς Εὐριπίδης παρίστησιν ἐν Οἰνεῖ λέγων οὕτως fr. 562 N':'
πυκνοῖς δ᾽ ἔβαλλον Βακχίου τοξεύμασιν
κάρα γέροντος: τὸν βαλόντα δὲ στέφειν
ἐγὼ 'τετάγμην, ἆθλα κότταβον διδούς.
ἐκαλεῖτο δὲ κότταβος καὶ τὸ ἄγγος εἰς ἔβαλλον τὰς λάταγας, ὡς Κρατῖνος ἐν Νεμέσει δείκνυσιν cf. p. 667f':' <ὅτι δὲ καὶ χαλκοῦν ἦν, Εὔπολις ἐν Βάπταις λέγει I 278 K':' ‘χαλκῷ περὶ κοττάβῳ.‘> Πλάτων δὲ ἐν Διὶ Κακουμένῳ παιδιᾶς εἶδος παροίνιον τὸν κότταβον εἶναι ἀποδίδωσιν, ἐν ἐξίσταντο καὶ τῶν σκευαρίων οἱ δυσκυβοῦντες. λέγει δ᾽ οὕτως I 612 K':'
πρὸς κότταβον παίζειν, ἕως ἂν σφῷν ἐγὼ
τὸ δεῖπνον ἔνδον σκευάσω. ΗΡ. πάνυ βούλομαι:
ἀλλανεμος ἐστ᾽. Α. ἀλλ᾽ εἰς θυίαν παιστέον.
ΗΡ. φέρε τὴν θυίαν, αἶρ᾽ ὕδωρ, ποτήρια
παράθετε. παίζωμεν δὲ περὶ φιλημάτων.
Α. ........... ἀγεννῶς οὐκ ἐῶ
παίζειν. τίθημι κοττάβεια σφῷν ἐγὼ
τασδί τε τὰς κρηπῖδας, ἃς αὕτη φορεῖ,
καὶ τὸν κότυλον τὸν σόν. ΗΡ. βαβαιάξ: οὑτοσὶ
μείζων ἀγὼν τῆς Ἰσθμιάδος ἐπέρχεται.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load focus English (C. D. Yonge, B.A., 1854)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: