previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

παρὰ πολλοῖς δὲ τῶν κωμῳδιοποιῶν ὀνομάζεταί τι μύρον ΒΑΚΚΑΡΙΣ: οὗ μνημονεύει καὶ Ἱππῶναξ διὰ τούτων fr. 41 B':'
βακκάρι δὲ τὰς ῥῖνας
ἤλειφον: ἐσθ᾽ οἵη περ κρόκος.
Ἀχαιὸς δ᾽ ἐν Αἴθωνι σατυρικῷ fr. 10 N':'
βακκάρει χρισθέντα καὶ ψυκτηρίοις
πτεροῖς ἀναστήσαντα προσθίαν τρίχα.
Ἴων Ὀμφάλῃ fr. 24 N':'
βακκάρεις δὲ καὶ μύρα
καὶ Σαρδιανὸν κόσμον εἰδέναι χροὸς
ἄμεινον τὸν Πέλοπος ἐν νήσῳ τρόπον.
ἐν τούτοις Σαρδιανὸν κόσμον εἴρηκε τὸ μύρον, ἐπεὶ διαβόητοι ἐπὶ ἡδυπαθείᾳ οἱ Λυδοί: καὶ τὸ παρὰ Ἀνακρέοντι fr. 155 B4' '‘λυδοπαθὴσ᾽ ἀκούουσιν ἀντὶ τοῦ ἡδυπαθής. μνημονεύει τῆς βακκάριδος καὶ Σοφοκλῆς fr. 929 N'.' Μάγνης δ᾽ ἐν Λυδοῖς I 8 K':'
λούσαντα χρὴ καὶ βακκάριδι κεχριμένον.
καὶ μήποτε οὔκ ἐστι μύρον βάκκαρις. Αἰσχύλος γὰρ ἐν Ἀμυμώνῃ ἀντιδιαστέλλων φησίν fr. 14 N':'
κἄγωγε τὰς σὰς βακκάρεις τε καὶ μύρα.
καὶ Σιμωνίδης fr. 16 B':'
κἠλειφόμην μύροισι καὶ θυώμασι
καὶ βακκάρι.
Ἀριστοφάνης δ᾽ ἐν Θεσμοφοριαζούσαις I 474 K':'
Ζεῦ πολυτίμηθ᾽, οἷον ἔπνευσεν μιαρὸς
φάσκωλος εὐθὺς λυόμενός μοι τοῦ μύρου
καὶ βακκάριδος.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load focus English (C. D. Yonge, B.A., 1854)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: