previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἥδιστον δέ, ἄνδρες φίλοι, ἀναγινώσκων τὴν ὀγδόην καὶ εἰκοστὴν τῶν Ποσειδωνίου Ἱστοριῶν περὶ μύρων τι λεγόμενον ἐτήρησα, οὐκ ἀλλότριον ἡμῶν τοῦ συμποσίου. φησὶ γὰρ φιλόσοφος FHG III 263':' ‘ἐν Συρίᾳ ἐν τοῖς βασιλικοῖς συμποσίοις ὅταν τοῖς εὐωχουμένοις δοθῶσιν οἱ στέφανοι, εἰσίασίν τινες μύρων Βαβυλωνίων ἔχοντες ἀσκίδια καὶ πόρρωθεν ἐκ τούτων περιπορευόμενοι τοὺς μὲν στεφάνους τῶν κατακειμένων δροσίζουσι τοῖς μύροις, ἄλλο μηδὲν ἔξωθεν παραραίνοντες.' ἐπεὶ δ᾽ ἐνταῦθα τοῦ λόγου ἐσμέν, ‘συμβαλοῦμαί τι μέλος ὑμῖν εἰς ἔρωτα᾽ κατὰ τὸν Κυθήριον ποιητήν Philox. fr. 6 B',' ὅτι Ἰανὸς παρ᾽ ἡμῖν θεός, ὃν καὶ πατέρα προσαγορεύομεν, πρῶτος εὗρεν στέφανον. ἱστορεῖ δὲ τοῦτο Δράκων Κερκυραῖος ἐν τῷ περὶ Λίθων γράφων οὕτως FHG IV 402':' ‘Ἰανὸν δὲ λόγος ἔχει διπρόσωπον γεγονέναι, τὸ μὲν ὀπίσω τὸ δ᾽ ἔμπροσθεν ἔχοντα πρόσωπον. ἀπὸ τούτου καὶ τὸν Ἰανὸν ποταμὸν καὶ τὸ ὄρος Ἰανὸν ὀνομάζεσθαι, κατοικήσαντος αὐτοῦ ἐπὶ τοῦ ὄρους. τοῦτον δὲ καὶ στέφανον πρῶτον εὑρεῖν καὶ σχεδίας καὶ πλοῖα καὶ νόμισμα χαλκοῦν πρῶτον χαράξαι. διὸ καὶ τῶν κατὰ τὴν Ἑλλάδα πολλὰς πόλεις καὶ τῶν κατὰ τὴν Ἰταλίαν καὶ Σικελίαν ἐπὶ τοῦ νομίσματος ἐγχαράττειν πρόσωπον δικέφαλον καὶ ἐκ θατέρου μέρους σχεδίαν στέφανον πλοῖον. τοῦτον δὲ τὴν ἀδελφὴν γήμαντα Καμήσην υἱὸν μὲν Αἴθηκα, θυγατέρα δὲ Ὀλιστήνην γεννῆσαι. καὶ αὐτὸν ὡς μειζόνων ὀρεγόμενον πραγμάτων εἰς τὴν Ἰταλίαν διαπλεῦσαι καὶ οἰκῆσαι τὸ πλησίον Ῥώμης ὄρος κείμενον τὸ ἀπ᾽ αὐτοῦ Ἰανοῦκλον ὀνομαζόμενον.'

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load focus English (C. D. Yonge, B.A., 1854)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: