Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ὅτι δὲ
λυχνοῦχοι οἱ νῦν καλούμενοι φανοὶ ὠνομάζοντο Ἀριστοφάνης ἐν Αἰολοσίκωνι παρίστησιν ῾ib. 394':'
καὶ διαστίλβονθ᾽ ὁρῶμεν,
ὥσπερ ἐν κενῷ λυχνούχῳ,
πάντα τῆς ἐξωμίδος.
ἐν δὲ τῷ δευτέρῳ Νιόβῳ προειπὼν λυχνοῦχον ῾ib. 463'
οἴμοι κακόδαιμον,
φησίν,
ὁ λυχνοῦχος ἡμῖν οἴχεται.
εἶτ᾽ ἐπιφέρει:
καὶ πῶς ὑπερβὰς τὸν λυχνοῦχον οἴχεται
κἄλαθέ σε;
ἐν δὲ τοῖς ἑξῆς καὶ λυχνίδιον αὐτὸν καλεῖ διὰ τούτων:
ἀλλ᾽ ὥσπερ [ὁ] λύχνος
ὁμοιότατα κάθευδ᾽ ἐπὶ τοῦ λυχνιδίου.
Πλάτων δ᾽ ἐν Νυκτὶ Μακρᾷ ῾ib. 624':'
ἕξουσιν οἱ πομπεῖς λυχνούχους δηλαδή.
Φερεκράτης Δουλοδιδασκάλῳ ῾ib. 156':'
ἄνυσόν ποτ᾽ ἐξελθών, κρότος γὰρ γίγνεται,
καὶ τὸν λυχνοῦχον ἔκφερ᾽ ἐνθεὶς τὸν λύχνον.
Ἄλεξις δ᾽ Ἐκκηρυττομένῳ ῾II 332 K':'
ὥστ᾽ ἐξελὼν ἐκ τοῦ λυχνούχου τὸν λύχνον
μικροῦ κατακαύσας ἔλαθ᾽ ἑαυτόν, ὑπὸ μάλης
τῇ γαστρὶ μᾶλλον τοῦ δέοντος προσαγαγών.
Εὐμήδης δ᾽ ἐν Σφαττομένῳ ῾III 377 K' '
προειπών:
ἡγοῦ μέν: ἢν δὲ . υ̣κνον εἰς τὸ πρόσθ᾽ ἰδὼν
......... ατο . ϋμένιδι ........ ς,
ἐπιφέρει:
<.... λυχνο>ύχῳ ... κο..........
Ἐπικράτης δ᾽ ἐν Τριόδοντι ἢ Ῥωποπώλῃ προειπών
῾II 285 K':'
λαβὲ τριόδοντα καὶ λυχνοῦχον,
ἐπιφέρει:
ἐγὼ δὲ δεξιᾷ γε τόνδ᾽ ἔχω τινά,
σιδηρότευκτον ἐναλίων θηρῶν βέλος,
κερατίνου τε φωσφόρου λύχνου σέλας.
Ἄλεξις Μίδωνι ῾ib. 351':'
ὁ πρῶτος εὑρὼν μετὰ λυχνούχου περιπατεῖν
τῆς νυκτὸς ἦν τις κηδεμὼν τῶν δακτύλων.