γλυκεῖ᾽ ἀνάγκαΣοφοκλῆς δέ φησι ῾fr. 687 N':'
σευομένα κυλίκων θάλπησι θυμόν:
Κύπριδος δ᾽ ἐλπὶς διαιθύσσει φρένας
ἀμμιγνυμένα Διονυσίοισι δώροις.
ἀνδράσι δ᾽ ὑψοτάτω πέμπει μερίμνας:
αὐτίκα μὲν πόλεων κρήδεμνα λύει,
πᾶσι δ᾽ ἀνθρώποις μοναρχήσειν δοκεῖ.
χρυσῷ δ᾽ ἐλέφαντί τε μαρμαίρουσιν οἶκοι:
πυροφόροι δὲ κατ᾽ αἰγλήεντα . . .
νῆες ἄγουσιν ἀπ᾽ Αἰγύπτου μέγιστον
πλοῦτον: ὣς πίνοντος ὁρμαίνει κέαρ.
... τὸ μεθύειν πημονῆς λυτήριον.οἱ δ᾽ ἄλλοι ποιηταί φασι τὸν ‘οἶνον ἐύφρονα καρπὸν ἀρούρης ῾Il. 3.246'.' καὶ ὁ τῶν ποιητῶν δὲ βασιλεὺς τὸν Ὀδυσσέα παράγει λέγοντα ῾Il. 19.167':' ‘ὃς δέ κ᾽ ἀνὴρ οἴνοιο κορεσσάμενος καὶ ἐδωδῆς πανημέριος πολεμίζῃ, θαρσαλέον νύ οἱ ἦτορ᾽ καὶ τὰ ἑξῆς.