previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

τοσαῦτα οἰνολογήσαντος ἤτοι περὶ οἴνων εἰπόντος: λαφύσσοντος οἴνων ὀνόματα.

οὐ χαίρει τῷ πόματι ἐκ πρώτης ἐθισθεὶς ἀνατροφῆς ὑδροποτεῖν.

ἡδὺ .. ἐστ᾽ ἐν δαιτὶ καὶ εἰλαπίνῃ τεθαλυίῃ
τέρπεσθαι μύθοισιν, ἐπὴν δαιτὸς κορέσωνται,
Ἡσίοδος ἐν τῇ Μελαμποδίᾳ φησίν fr. 192 Rz'.'
οὔ τινι ὑμῶν ἐπῆλθε περὶ ὕδατος εἰπεῖν τι .....
ἀφ᾽ ὧν καὶ οἶνος ἀφύεται, καίτοι Πινδάρου τοῦ μεγαλοφωνοτάτου ἄριστον πάντων εἶναι τὸ ὕδωρ φήσαντος ol. 1, 1'.' Ὅμηρος μὲν οὖν θειότατος καὶ τροφιμώτατον αὐτὸ οἶδεν ἐν οἷς Od. 17.208' '‘αἰγείρων ὑδατοτρεφέων᾽ ἄλσος λέγει. ἐπαινεῖ δὲ καὶ τὸ διαυγὲς αὐτοῦ Od. 5.70':' ‘κρῆναι πίσυρες ῥέον ὕδατι λευκῷ.' τὸ δὲ δὴ κοῦφον καὶ πλείονος τιμῆς ἄξιον ἱμερτὸν καλεῖ: ἱμερτὸν οὖν φησι τὸν Τιταρήσιον, ὃς τῷΠηνειῷ συμμίσγεται Il. 2.753'.' καὶ τοῦ ῥυπτικοῦ δὲ ὕδατος μέμνηται: ἀποδεχόμενος καὶ Πραξαγόρας Κῷος ... καλὸν εἶναι λέγει:

καλὸν ὑπεκπρορέει μάλα περ ῥυπόωντα καθῆραι.

διαστέλλει δὲ καὶ γλυκὺ ὕδωρ ἀπὸ πλατέος, τὸν μὲν Ἑλλήσποντον εἶναι λέγων πλατύν Il. 7.26',' ὑπὲρ δὲ θατέρου φράζων Od. 12.305' '‘στήσαμεν νῆας ἀγχοῦ ὕδατος γλυκεροῖο.'

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Charles Burton Gulick, 1927)
hide References (6 total)
  • Cross-references from this page (6):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: