previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ΚΕΡΑΣΙΑ. Θεόφραστος ἐν τῷ περὶ φυτῶν h. pl. 3, 13, 1':' ‘ἴδιον δὲ τῇ φύσει δένδρον κέρασός ἐστι καὶ μεγέθει μέγα: καὶ γὰρ εἰς εἴκοσι καὶ τέσσαρας πήχεις αὔξεται. φύλλον δὲ ὅμοιον ἔχει τῷ τῆς μεσπίλης, σκληρὸν δὲ καὶ πλατύτερον, φλοιὸν δ᾽ ὅμοιον φιλύρᾳ, ἄνθος δὲ λευκόν, ἀπίῳ καὶ μεσπίλῃ ὅμοιον, ἐκ μικρῶν ἀνθῶν συγκείμενον, κηριῶδες. δὲ καρπὸς ἐρυθρός, ὅμοιος διοσπύρῳ τὸ σχῆμα, τὸ δὲ μέγεθος ἡλίκον κύαμος, πλὴν τοῦ διοσπύρου μὲν πυρὴν σκληρός, τοῦ δὲ κεράσου μαλακός.' καὶ πάλιν ib. 3, 15, 6':' ‘κράταιγος: οἳ δὲ κραταίγονον καλοῦσιν. ἔχει δὲ τὸ μὲν φύλλον τεταμένον ὅμοιον μεσπίλῃ: πλὴν μεῖζον ἐκείνου καὶ πλατύτερον προμηκέστερον: τὸν δὲ χαραγμὸν οὐκ ἔχει ὥσπερ ἐκεῖνο. γίνεται δὲ τὸ δένδρον οὔτε μέγα λίαν οὔτε παχύ: τὸ δὲ ξύλον ποικίλον, ξανθόν, ἰσχυρόν. φλοιὸν δ᾽ ἔχει λεῖον ὅμοιον μεσπίλῃ: μονόριζον εἰς βάθος ὡς ἐπὶ πολύ. καρπὸν δ᾽ ἔχει στρογγύλον ἡλίκον κότινος: πεπαινόμενος δὲ ξανθός τέ ἐστι καὶ ἐπιμελαίνεται: ἔχει δὲ τὴν γεῦσιν καὶ τὸν χυλὸν μεσπίλου: διόπερ ἀγρία μεσπίλη δόξειε <ἂν> μᾶλλον εἶναι.' ἐκ τούτων μοι δοκεῖ, φησίν, φιλόσοφος τὸ νῦν κεράσιον καλούμενον ἐμφανίζειν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: